Σύμπαν και άνθρωπος

Όλα στο σύμπαν αφορούν τη μεταμόρφωση.Η ζωή μας μοιάζει με τις σκέψεις που τη διαμορφώνουν.

Μάρκος Αυρήλιος

Τρίτη, 4 Δεκεμβρίου 2012

Φλαυίου Ἰωσήπου - Ἰουδαϊκῆς ἀρχαιολογίας 1

Τάδε ἔνεστιν ἐν τῇ β τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
α.
Ὡς Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν.
β.
ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη.
γ.
ὡς αὐτὸς οὗτος εἰς Αἴγυπτον πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὸ πρὸς αὐτὸν μῖσος καὶ γενόμενος ἐπίσημος ἐκεῖ καὶ λαμπρότατος τοὺς ἀδελφοὺς ἔσχεν ὑποχειρίους.
[δ.
ἡ τοῦ πατρὸς αὐτοῦ μετὰ τῆς γενεᾶς πάσης πρὸς αὐτὸν μετάβασις διὰ τὸν γενόμενον λιμόν.
ε.
ὅσα τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ συνέβη κακοπαθοῦσιν ἐπ' ἔτη τετρακόσια.
[στιγμα].
ὡς Μωσέως ἡγουμένου τὴν Αἴγυπτον ἐξέλιπον.
ζ.
ἡ Μωσέως γένεσις καὶ ἀνατροφή.
η.
ὡς ἡ θάλασσα τοῖς Ἑβραίοις διωκομένοις ὑπὸ τῶν Αἰγυπτίων ἀνακοπεῖσα φυγὴν δι' αὐτῆς παρέσχεν.
περιέχει δὲ ἡ βίβλος ἔτη διακόσια εἴκοσι].
Μετὰ δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον, ἀλλ' Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διητᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπ' αὐτοῦ: Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως. [2] ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτ' ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν. [3] ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε, κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθ' ὅρκων. ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν: Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν.

[4] Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες. [5] καὶ Ἡσαῦ μὲν οὗτοι παῖδες ἦσαν: Ἀλιφάζῃ δὲ γίνονται γνήσιοι πέντε Θημανὸς Ὄμερος Ὄφους Ἰόθαμος Καναζός: Ἀμαλῆκος γὰρ νόθος ἦν ἐκ παλλακῆς αὐτῷ γεγονὼς Θαμνάης ὄνομα. [6] οὗτοι κατῴκησαν τῆς Ἰδουμαίας τὴν Γοβολῖτιν λεγομένην καὶ τὴν ἀπὸ Ἀμαλήκου κληθεῖσαν Ἀμαληκῖτιν: πολλὴ γὰρ γενομένη ποτὲ ἡ Ἰδουμαία τό τε πάσης αὐτῆς ἀπέσωζεν ὄνομα καὶ τοῖς μέρεσι τὰς ἀπὸ τῶν οἰκητόρων προσηγορίας διεφύλαξεν.

[7] Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως: πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν: οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. [8] τοσαύτην δ' ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπ' Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας ὑπὸ τοιαύτης αἰτίας:

[9] Ἰώσηπον ἐκ Ῥαχήλας πεπαιδοποιημένος Ἰάκωβος διά τε τὴν τοῦ σώματος εὐγένειαν καὶ διὰ ψυχῆς ἀρετήν, φρονήσει γὰρ διέφερε, τῶν ἄλλων πλέον υἱῶν ἠγάπα. [10] τούτῳ παρὰ τῶν ἀδελφῶν ἥ τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος ἥ τε ἐκ τῶν ὀνειράτων, ἃ θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐδαιμονία καταγγελλομένη, ζηλοτυπούντων ἄρα τῶν ἀνθρώπων καὶ τὰς τῶν οἰκειοτάτων εὐπραγίας. αἱ δὲ ὄψεις, ἃς κατὰ τοὺς ὕπνους εἶδεν Ἰώσηπος, τοιαίδε ἦσαν.

[11] Ἐκπεμφθεὶς μετὰ τῶν ἀδελφῶν παρὰ τοῦ πατρὸς ἐπὶ συλλογῇ τῶν καρπῶν θέρους ἀκμάζοντος ὁρᾷ πολὺ τῶν κατὰ συνήθειαν ἐπιφοιτώντων κατὰ τοὺς ὕπνους ὀνειράτων διαφέρουσαν ὄψιν, ἣν περιεγερθεὶς τοῖς ἀδελφοῖς ὡς κρινοῦσιν αὐτῷ τὸ σημαινόμενον ἐξέθετο, λέγων ἰδεῖν ἐπὶ τῆς παρελθούσης νυκτὸς τὸ μὲν αὐτοῦ δράγμα τῶν πυρῶν ἠρεμεῖν ἐφ' οὗ κατέθηκε τόπου, τὰ δὲ ἐκείνων προστρέχοντα προσκυνεῖν αὐτὸ καθάπερ οἱ δοῦλοι τοὺς δεσπότας. [12] οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ μέγεθος πραγμάτων τὴν ὄψιν προλέγουσαν καὶ κατ' αὐτῶν τὴν ἐξουσίαν ἐσομένην τῷ μὲν Ἰωσήπῳ τούτων οὐδὲν ὡς οὐ γνώριμον αὐτοῖς τὸ ὄναρ ὂν διεσάφησαν, ἀρὰς δ' ἐποιήσαντο μηδὲν εἰς τέλος αὐτῷ παρελθεῖν ὧν ὑπενόουν καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν.

[13] Τῷ δὲ παρ' αὐτῶν φθόνῳ προσφιλονικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν. τὸν ἥλιον γὰρ ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν. [14] ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησε, τί καὶ βούλεται σημαίνειν φράσαι παρακαλῶν. [15] ὁ δὲ ἡσθεὶς τῷ ὀνείρατι, τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις, ἃ εὐδαιμονίαν τῷ παιδὶ κατήγγελλε καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθ' ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον, [16] τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δ' ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δ' ἀστέρας τοῖς ἀδελφοῖς: καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας.

[17] Καὶ ὁ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς ὄψεως τὴν κρίσιν, τοὺς δ' ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε τὰ προειρημένα καὶ διετέθησαν ὡς ἐπ' ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἕξειν, ἀλλ' οὐκ ἀδελφῷ καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν κοινωνοὺς ὡς τῆς γενέσεως οὕτως καὶ τῆς εὐδαιμονίας ἐσομένους: [18] ἀνελεῖν τε ὡρμήκεσαν τὸ μειράκιον, καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγκομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες, χώρα δ' ἐστὶν αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκφέρειν, αὐτόθι τῶν ποιμνίων ἐπεμελοῦντο μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε ἄφιξιν. [19] ὁ δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα.

[20] Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν μέν, ἀλλ' οὐχ ὡς ἐπ' οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος, ἀλλ' ὡς ἐπ' ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέσθαι καιρὸν ὡρμήκεσαν. [21] οὕτως δ' αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας ὁ πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο κατέχειν ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπ' αὐτῷ μύσος, [22] ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, ᾧ πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν οὐ κατ' ἀνθρώπινον γενομένην νόμον συγκατασπᾶται. [23] τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένος ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσει μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας, [24] προελθόντας δ' ἐπὶ τοὖργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην μιάναντας αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπ' ἐρημίᾳ πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ τὰς πόλεις: ὅπου γὰρ ἂν ἄνθρωπος ᾖ χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν. [25] τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, ὃ μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδράναι. [26] προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρ' ἡμῶν ἐρανίζεται κηδεμονίαν: [27] ἥ τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλ' οἰκείων: [28] ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπ' αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσεται.

[29] Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως: [30] καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δ' ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας: ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφ' ᾧ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλ' ὡς ἐν ἀπόροις κουφότερον. [31] ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν ὁ Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον: καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων.

[32] Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν: [33] ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον καὶ τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν ἑπτακαίδεκα ἐτῶν γεγονότα. [34] Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος.

[35] Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς ὁ Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δ' αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος. [36] καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτ' ἰδεῖν οὔθ' ᾗ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴγε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη. [37] Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δ' αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν. [38] καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν.

[39] Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως εἶχεν ἐν πάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευε καὶ διαίτῃ χρῆσθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν ἐγχειρίζει τε τὴν τῶν κατὰ τὸν οἶκον αὐτῷ πρόνοιαν. [40] ὁ δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδ' ὑπὸ τῆς μεταβολῆς ἐγκατέλιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον, οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον.

[41] Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐτὸν εἰς ὁμιλίαν ἐλθεῖν εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν αὐτοῦ δεηθῆναι, [42] καὶ πρὸς τὸ σχῆμα τῆς τότε δουλείας ἀλλ' οὐ πρὸς τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφερούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν οὐ κρίνας ὅσιον εἶναι τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν, [43] ἀλλὰ κρατεῖν τε τοῦ πάθους κἀκείνην παρεκάλει τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι τῆς ἐπιθυμίας προβαλλόμενος, σταλήσεσθαι γάρ τε αὐτῇ τοῦτο μὴ παρούσης ἐλπίδος, αὐτός τε πάντα μᾶλλον ὑπομενεῖν ἔλεγεν ἢ πρὸς τοῦτο καταπειθὴς ἔσεσθαι: καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα δεῖ ποιεῖν μηδὲν ἐναντίον, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν. [44] τῆς δ' ἔτι μᾶλλον ἐπέτεινε τὸν ἔρωτα τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν καὶ δεινῶς ὑπὸ τοῦ κακοῦ πολιορκουμένη δευτέρᾳ πάλιν πείρᾳ προεθυμεῖτο κατεργάσασθαι.

[45] Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθ' ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶ φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου, καὶ γενομένης αὐτῇ ταύτης λιπαρεστέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους, [46] ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲ ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλούσης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφ' οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατὰ ταύτην ἀξιώματος ταπεινοτέρα γενέσθαι, φρονήσει δὲ καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται: [47] εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς: νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι: εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν. [48] προσδοκᾶν τε τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι καὶ μειζόνων ἀπολαύσειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρ' αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίσασθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπίπροσθε θέμενον. [49] οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν ἢ τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται.

[50] Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτ' ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε καὶ παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον ἢ τῶν παρόντων ἀπολαύειν χαρισάμενος ἐφ' οἷς ἂν αὑτῷ συνειδῇ δικαίως ἀπολουμένῳ. [51] γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄνδρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν ἢ προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆς μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπ' ὀδύνῃ γενησομένην οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων καὶ φόβον του μὴ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ, [52] τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς τοὺς ἀνθρώπους: καὶ ὡς αὐτοῦ δεσπόσει μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσεται πρὸς αὐτόν, ἀλλ' οὐ συνεξαμαρτάνοντος αἰδοῖ: πολὺ δὲ κρεῖττον εἶναι θαρρεῖν ἐπὶ γινωσκομένοις τοῖς εὖ βεβιωμένοις ἢ ἐπὶ λανθανούσῃ κακοπραγίᾳ.

[53] Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπέχειν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν, ἡ δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τὸ πείθειν ἤθελεν. [54] ὡς δ' ἐξέφυγεν ὑπὸ ὀργῆς ὁ Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον, κατεχούσης καὶ γὰρ αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου, περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πετεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανημένῃ, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο. [55] καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετ' ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ἰωσήπου κατήρξατο καί “τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον, [56] ὃς οὔθ' οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθ' ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλ' ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτ' ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας: ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν. [57] τοιοῦτον δ' ἄρα τὸ παρ' ἀξίαν αὐτὸν καὶ παρ' ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον ᾧ τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων [58] οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.” παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτ' ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθ' οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, [59] δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δ' εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν.

[60] Ἰώσηπος μὲν οὖν πάντ' ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτ' εἰς ἀπολογίαν οὔτ' ἐπ' ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν: [61] ὁ γὰρ δεσμοφύλαξ τήν τε ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τε τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον αὐτῷ καὶ κοῦφον ἐποίει, διαίτῃ δὲ χρῆσθαι κρείττονι δεσμωτῶν ἐπέτρεπε. [62] τῶν δὲ ἐν τοῖς αὐτοῖς ὄντων εἴποτε παύσαιντο τῆς περὶ τὰ ἔργα ταλαιπωρίας εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομένων καὶ παρ' ἀλλήλων τὰς αἰτίας ἐφ' αἷς κατακριθεῖεν ἀναπυνθανομένων, [63] οἰνοχόος τοῦ βασιλέως καὶ σφόδρα αὐτῷ τιμώμενος κατ' ὀργὴν δεδεμένος καὶ συνδιαφέρων τῷ Ἰωσήπῳ τὰς πέδας συνηθέστερος αὐτῷ μᾶλλον ἐγένετο καί, συνέσει γὰρ ἐδόκει αὐτὸν προύχειν, ὄναρ ἰδὼν ἐξέθετο παρακαλῶν δηλοῦν εἴ τι σημαίνει, μεμφόμενος ὅτι τοῖς ἐκ τοῦ βασιλέως κακοῖς ἔτι τὸ θεῖον αὐτῷ καὶ τὰς ἐκ τῶν ὀνειράτων φροντίδας προστίθησιν.

[64] Ἔλεγε δ' οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως. [65] τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δ' εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. ὁ δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος: [66] καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπ' ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων. [67] τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα: καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους. [68] μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς ἃ δεδηλώκαμεν ἀπερχόμενος: οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, [69] ἀλλ' ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετ' οἰκείας ἡδονῆς τὸν ταῦθ' ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες.” τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν.

[70] Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου περὶ τῆς ὄψεως ἐκείνῳ τὴν ἀπόφασιν εὔελπις ὤν, καὶ γὰρ καὐτὸς ὄναρ ἦν τεθεαμένος, ἠξίωσε τὸν Ἰώσηπον φράσαι, τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα. [71] ἦν δὲ τοιαῦτα: “τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται: καταπταμένους δ' οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος. [72] καὶ ὁ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα: ὁ δὲ Ἰώσηπος συμβαλὼν τῷ λογισμῷ τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετ' ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας: τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν: [73] τῇ τρίτῃ δ' αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς οὐδὲν ἀμύνειν αὑτῷ δυνάμενον. καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς ὁ Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε: τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθυκὼς ὁ βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσε, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν.

[74] Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μνήμην τῶν προειρημένων ὠφελούμενον ὁ θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος: [75] Φαραώθης ὁ βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος δύο καὶ μετ' αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἠμνημόνησε, τῶν δὲ ὀνειράτων κατέσχεν. ἀχθόμενος οὖν ἐπὶ τοῖς ἑωραμένοις, καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτ' αὐτῷ, συνεκάλει μεθ' ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν. [76] ἀπορούντων δ' ἐκείνων ἔτι μᾶλλον ὁ βασιλεὺς ἐταράττετο. τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως, [77] καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ὁ ἐπὶ τῶν σιτοποιῶν κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος. [78] δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δ' αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης. τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ [79] ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα.” κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως.

[80] Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος “ὦ νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ συνίσειν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι: βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον ᾖ. [81] ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας ἑπτὰ τὸν ἀριθμὸν ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι. [82] μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου καὶ τεταραγμένος ὢν καὶ τί ποτ' εἴη τὸ φάντασμα παρ' ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, ὅ με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει. [83] στάχυας ἑπτὰ ἑώρων ἀπὸ μιᾶς ῥίζης ἐκφυέντας καρηβαροῦντας ἤδη καὶ κεκλιμένους ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἄμητον ὥρας καὶ τούτοις ἑτέρους ἑπτὰ στάχυας πλησίον λιφερνοῦντας καὶ ἀσθενεῖς ὑπὸ ἀδροσίας, οἳ δαπανᾶν καὶ κατεσθίειν τοὺς ὡραίους τραπέντες ἔκπληξίν μοι παρέσχον.”

[84] Ἰώσηπος δὲ ὑπολαβών, “ὄνειρος μὲν οὗτος, εἶπεν, ὦ βασιλεῦ, καίπερ ἐν δυσὶ μορφαῖς ὀφθεὶς μίαν καὶ τὴν αὐτὴν ἀποσημαίνει τελευτὴν τῶν ἐσομένων. [τό τε γὰρ] τὰς βοῦς ἰδεῖν ζῷον ἐπ' ἀρότρῳ πονεῖν γεγενημένον ὑπὸ τῶν χειρόνων κατεσθιομένας, [85] καὶ οἱ στάχυες ὑπὸ τῶν ἐλαττόνων δαπανώμενοι λιμὸν Αἰγύπτῳ καὶ ἀκαρπίαν ἐπὶ τοσαῦτα προκαταγγέλλουσιν ἔτη τοῖς ἴσοις πρότερον εὐδαιμονησάσῃ, ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων ἀφορίας ὑπαναλωθῆναι. γενήσεται δὴ σπάνις τῶν ἀναγκαίων σφόδρα δυσκατόρθωτος. [86] σημεῖον δέ: αἱ γὰρ κατισχνωμέναι βόες δαπανήσασαι τὰς κρείττονας οὐκ ἴσχυσαν κορεσθῆναι. ὁ μέντοι θεὸς οὐκ ἐπὶ τῷ λυπεῖν τὰ μέλλοντα τοῖς ἀνθρώποις προδείκνυσιν, ἀλλ' ὅπως προυγνωκότες κουφοτέρας συνέσει ποιῶνται τὰς πείρας τῶν κατηγγελμένων. σὺ τοίνυν ταμιευσάμενος τἀγαθὰ τὰ κατὰ τὸν πρῶτον χρόνον γενησόμενα ποιήσεις ἀνεπαίσθητον Αἰγυπτίοις τὴν ἐπελευσομένην συμφοράν.”

[87] Θαυμάσαντος δὲ τοῦ βασιλέως τὴν φρόνησιν καὶ τὴν σοφίαν τοῦ Ἰωσήπου καὶ πυθομένου, τίνα καὶ τρόπον ἂν προοικονομήσειεν ἐν τοῖς τῆς εὐετηρίας καιροῖς τὰ περὶ τῶν μετὰ ταύτην, ὡς ἂν ἐλαφρότερα γένοιτο τὰ τῆς ἀφορίας, [88] ὑπετίθετο καὶ συνεβούλευε φειδὼ τῶν ἀγαθῶν, καὶ μὴ κατὰ περιουσίαν αὐτοῖς χρῆσθαι τοῖς Αἰγυπτίοις ἐπιτρέπειν, ἀλλ' ὅσα ἂν κατὰ τρυφὴν ἀναλώσωσιν ἐκ περισσοῦ, ταῦτα τηρεῖν εἰς τὸν τῆς ἐνδείας καιρόν, ἀποτίθεσθαί τε παρῄνει λαμβάνοντα τὸν σῖτον παρὰ τῶν γεωργῶν τὰ διαρκῆ μόνον εἰς διατροφὴν χορηγοῦντα. [89] Φαραώθης δ' ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν ἃ καὶ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι. [90] ὁ δὲ ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύσασθαι διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφ' ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφ' ἧς ταῦτα ἔπραττε.

[91] Τριακοστὸν δ' ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως: σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον: ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι. [92] ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δ' ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι τῶν ἀτυχημάτων, ὁ δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων. [93] τῆς δ' Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης ὁ λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπ' αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον. [94] ὁ δὲ Ἰώσηπον ἐκάλει, κἀκεῖνος τὸν σῖτον αὐτοῖς ἀπεδίδοτο γεγενημένος σωτὴρ ὁμολογουμένως τοῦ πλήθους, καὶ τὴν ἀγορὰν οὐ τοῖς ἐγχωρίοις προὐτίθει μόνον, ἀλλὰ καὶ τοῖς ξένοις ὠνεῖσθαι παρῆν πάντας ἀνθρώπους κατὰ συγγένειαν ἀξιοῦντος ἐπικουρίας τυγχάνειν Ἰωσήπου παρὰ τῶν εὐδαιμονίᾳ χρωμένων.

[95] Πέμπει δὲ καὶ Ἰάκωβος τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης, πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν, τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις: μόνον δὲ κατέσχε Βενιαμὶν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα ὁμομήτριον δὲ Ἰωσήπῳ. [96] οἱ μὲν οὖν εἰς τὴν Αἴγυπτον ἐλθόντες ἐνετύγχανον τῷ Ἰωσήπῳ χρῄζοντες ἀγορᾶς: οὐδὲν γὰρ ἦν, ὃ μὴ μετὰ γνώμης ἐπράττετο τῆς ἐκείνου: καὶ γὰρ τὸ θεραπεῦσαι τὸν βασιλέα τότε χρήσιμον ἐγίνετο τοῖς ἀνθρώποις, ὅτε καὶ τῆς Ἰωσήπου τιμῆς ἐπιμεληθεῖεν. [97] ὁ δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἠλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδ' εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς δυνάμενος διεπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων. [98] τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν μὲν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν: οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τοιαύτης παιδοτροφίας. [99] ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτ' ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν: ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους.

[100] Οἱ δ' ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν: [101] “ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας. [102] ὅτι δ' ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν μὲν καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δ' ἐστὶν ἡμῖν Ἰάκωβος ἀνὴρ Ἑβραῖος, ᾧ γινόμεθα δώδεκα παῖδες ἐκ γυναικῶν τεσσάρων, ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες. [103] ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν: ὅ τε γὰρ πατὴρ μακρὸν ἐπ' αὐτῷ πένθος ἦρται καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν. [104] ἥκομέν τε νῦν ἐπ' ἀγορὰν σίτου τήν τε τοῦ πατρὸς ἐπιμέλειαν καὶ τὴν κατὰ τὸν οἶκον πρόνοιαν Βενιαμεῖ τῷ νεωτάτῳ τῶν ἀδελφῶν πεπιστευκότες: δύνασαι δὲ πέμψας εἰς τὸν ἡμέτερον οἶκον μαθεῖν, εἴ τι ψευδές ἐστι τῶν λεγομένων.”

[105] Καὶ Ῥουβῆλος μὲν τούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπον περὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι, ὁ δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς, [106] “ἐπεί, φησί, διισχυρίζεσθε μήτ' ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτ' ἄν με ταῦθ' οὕτως ἔχειν, εἰ καταλίποιτε μὲν ἐξ αὑτῶν ἕνα παρ' ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τὸν σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμὲ τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατε, μεθ' ἑαυτῶν ἄγοντες: τοῦτο γὰρ ἔσται πί [107] στωμα τῆς ἀληθείας.” οἱ δ' ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατ' ἐκείνου βουλευθέντα τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν, Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας, ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται: φέρειν δ' αὐτοὺς πᾶν ὅ τι καὶ πάθοιεν κατ' ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ καρτερῶς ἠξίου. [108] ταῦτα δ' ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων, ἐφ' οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι. [109] βλέπων δ' οὕτως ἀμηχανοῦντας Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτε καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι καταφανὴς ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς. [110] καὶ Σεμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορᾶς τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τῷ ὑπηρέτῃ τἀργύριον, ὃ πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντι ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ ὁ μὲν τὰ ἐντεταλμένα ἔπραττεν.

[111] Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ἑνδέκατον οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, ὡς καταλίποιέν τε Σεμεῶνα παρὰ τῷ στρατηγῷ μέχρι Βενιαμὶς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτοῖς τῶν εἰρημένων παρ' αὐτῷ γένοιτο: [112] ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν νεανίσκον. Ἰακώβῳ δ' οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων, καὶ πρὸς τὴν Σεμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων ἀνόητον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμίν. [113] καὶ ὁ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵνα εἴ τι πάθοι Βενιαμὶς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς ὁ πάππος, πείθεται τοῖς λόγοις. οἱ δ' ἠπόρουν ἐπὶ τοῖς κακοῖς καὶ μᾶλλον αὐτοὺς ἐτάραττε τἀργύριον ἐν τοῖς σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν. [114] τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπ' αὐτῶν ἐπιλιπόντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου βιαζομένης αὐτὸν τῆς ἀνάγκης ὁ Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκε τὸν Βενιαμὶν μετὰ τῶν ἀδελφῶν: [115] οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις, καὶ τοῦ πάθους οὖν χείρονος καθ' ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, ὅ τι χρήσαιτο τοῖς παροῦσιν. [116] Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ δι' ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρ' αὐτῷ μένοντι: [117] φανερὰν δ' οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται: πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον, [118] πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν. [119] ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δ' εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπ' αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι.

[120] Ὡς δ' ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ ὁ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατ' οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό. [121] τοῦ δὲ μηδ' ὅ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. [λύσας τε τὸν Συμεῶνα ἐτημέλει συνεσόμενον τοῖς ἀδελφοῖς.] ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον. [122] ὁ δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος ὁ νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν, [123] ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς ὁ Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα.

[124] Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, ᾧ πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν. [125] ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, ἢ καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα. [126] ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐντεταλμένα μεθ' ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν ἀπειληφότες τὸν Σεμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες ἐπί τε τούτῳ κἀπὶ τῷ Βενιαμὶν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δ' αὐτοὺς ἱππεῖς ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμὶν φορτίῳ τὸν σκύφον. [127] ταραχθέντας δὲ ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους δι' ἣν ἐπ' ἄνδρας ἐληλύθασιν, [128] οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν, οἳ μηδ' αὐτὸ τοῦτο τὴν ξενίαν καὶ τὴν φιλοφροσύνην τὴν Ἰωσήπου διὰ μνήμης λαβόντες οὐκ ὤκνησαν εἰς αὐτὸν ἄδικοι γενέσθαι, σκύφον δὲ, ᾧ φιλοτησίας αὐτοῖς προύπιεν, ἀράμενοι φέροιεν κέρδους ἀδίκου τήν τε πρὸς Ἰώσηπον φιλίαν τόν τε ἑαυτῶν εἰ φωραθεῖεν κίνδυνον ἐν δευτέρῳ θέμενοι: [129] τιμωρίαν τε αὐτοὺς ὑφέξειν ἠπείλουν οὐ λανθάνοντας τὸν θεὸν οὐδ' ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον. πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας: γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων ὁ οἰκέτης εἰς αὐτοὺς λέγων ἐνύβριζεν. [130] οἱ δὲ ὑπὸ ἀγνοίας τῶν περὶ αὐτοὺς ἐχλεύαζον ἐπὶ τοῖς λεγομένοις καὶ τῆς κουφολογίας τὸν οἰκέτην ἐθαύμαζον τολμῶντα αἰτίαν ἐπιφέρειν ἀνδράσιν, οἳ μηδὲ τὴν τοῦ σίτου τιμὴν ἐν τοῖς σακκίοις αὐτῶν εὑρεθεῖσαν κατέσχον, ἀλλ' ἐκόμισαν μηδενὸς εἰδότος τὸ πραχθέν: τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι. [131] τῆς μέντοι γε ἀρνήσεως ἀξιοπιστοτέραν ὑπολαβόντες τὴν ἔρευναν ἐκέλευον ταύτῃ χρῆσθαι κἂν εὑρεθῇ τις ὑφῃρημένος ἅπαντας κολάζειν: οὐδὲν γὰρ αὑτοῖς συνειδότες ἦγον παρρησίαν, ὡς ἐδόκουν, ἀκίνδυνον. ὁ δὲ τὴν ἔρευναν μὲν ἠξίωσε ποιήσασθαι, τὴν μέντοι τιμωρίαν ἑνὸς ἔφασκεν εἶναι τοῦ τὴν κλοπὴν εὑρεθέντος πεποιημένου. [132] τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμὶν ἧκον οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλ' ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν. [133] οἱ μὲν οὖν ἄλλοι τοῦ κατ' αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δ' ὡς οὐδ' ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι. [134] ὡς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὐτούς τε διαψευσομένους τὸν πατέρα περὶ τῆς Βενιαμὶν σωτηρίας. [135] ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι, τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπ' αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι.

[136] Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμὶν ἦγον πρὸς Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων, ὁ δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ, τοὺς δ' ἐν πενθίμοις σχήμασι, “τί δή, φησίν, ὦ κάκιστοι, φρονήσαντες ἢ περὶ τῆς ἐμῆς φιλανθρωπίας ἢ περὶ τοῦ θεοῦ τῆς προ [137] νοίας τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;” τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ σώζεσθαι Βενιαμὶν καὶ πάλιν ἀναμιμνησκομένων τῶν εἰς Ἰώσηπον τετολμημένων κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν ὅτι τῆς παρὰ τοῦ θεοῦ κατ' αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δ' αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ ἣν ἐπ' ἐκείνῳ μέχρι νῦν ἔχει καὶ τὴν ἐπὶ Βενιαμὶν προσθήσουσι, πολὺς ἦν κἀνταῦθ' ὁ Ῥουβῆλος αὐτῶν καθαπτόμενος. [138] Ἰωσήπου δὲ τοὺς μὲν ἀπολύοντος, οὐδὲν γὰρ αὐτὸν ἀδικεῖν, ἀρκεῖσθαι δὲ μόνῃ τῇ τοῦ παιδὸς τιμωρίᾳ λέγοντος, οὔτε γὰρ τοῦτον ἀπολύειν διὰ τοὺς οὐδὲν ἐξαμαρτόντας σῶφρον ἔλεγεν οὔτε συγκολάζειν ἐκείνους τῷ τὴν κλοπὴν εἰργασμένῳ, βαδιοῦσι δὲ παρέξειν ἀσφάλειαν ἐπαγγελλομένου, [139] τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ ὁ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι, [140] καί “δεινὰ μέν, εἶπεν, ὦ στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλ' ἑνὸς τοῦ νεωτάτου γέγονεν. ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν δι' αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος ἐγγυωμένη τὴν τοῦ κινδύνου διαφυγήν. [141] καὶ νῦν μὴ πρὸς τὸ ἡμέτερον ἀφορῶν μηδὲ τὸ κακούργημα σκοπῶν, ἀλλὰ πρὸς τὴν σαυτοῦ φύσιν καὶ τὴν ἀρετὴν σύμβουλον ποιησάμενος ἀντὶ τῆς ὀργῆς, ἣν οἱ τἆλλα μικροὶ πρὸς ἰσχύος λαμβάνουσιν οὐκ ἐν τοῖς μεγάλοις μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς τυχοῦσιν αὐτῇ χρώμενοι, γενοῦ πρὸς αὐτὴν μεγαλόφρων καὶ μὴ νικηθῇς ὑπ' αὐτῆς, ὥστε ἀποκτεῖναι τοὺς οὐδ' αὐτοὺς ὡς ἰδίας ἔτι τῆς σωτηρίας ἀντιποιουμένους, ἀλλὰ παρὰ σοῦ λαβεῖν αὐτὴν ἀξιοῦντας. [142] καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν αὐτὴν παρέξεις, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω δοὺς ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι περιέσωσε. [143] διαφέρει δ' οὐδὲν ἢ μὴ περιιδεῖν ἀπολλυμένους ὑπ' ἐνδείας τῶν ἀναγκαίων, ἢ μὴ κολάσαι δόξαντας ἁμαρτεῖν καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, ἡ δ' αὐτὴ χάρις ἄλλῳ μέντοι τρόπῳ διδομένη: [144] σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σαυτοῦ δωρεαῖς, ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν δι' ὧν αὗται μενοῦσιν ἀπορουμένοις. [145] οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατ' ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκοίης. [146] ὡς μέγα μὲν καὶ τὸ ποιῆσαί τινας εὖ καταστάντας εἰς χρείαν, ἡγεμονικώτερον δὲ σῶσαι τοὺς ὑπὲρ τῶν εἰς ἑαυτὸν τετολμημένων δίκην ὀφείλοντας: εἰ γὰρ τὸ περὶ μικρῶν ζημιωμάτων ἀφεῖναι τοὺς πλημμελήσαντας ἔπαινον ἤνεγκε τοῖς ὑπεριδοῦσι, τό γε περὶ τούτων ἀόργητον, ὑπὲρ ὧν τὸ ζῆν ὑπεύθυνον τῇ κολάσει γίνεται τῶν ἠδικηκότων, θεοῦ φύσει προσετέθη. [147] καὶ ἔγωγε, εἰ μὴ πατὴρ ἡμῖν ἦν πῶς ἐπὶ παίδων ἀποβολῇ ταλαιπωρεῖ διὰ τῆς ἐπὶ Ἰωσήπῳ λύπης ἐπιδεδειγμένος, οὐκ ἂν τοῦ γε καθ' ἡμᾶς ἕνεκα περὶ τῆς σωτηρίας λόγους ἐποιησάμην, εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι, καὶ τούτους οἳ λυπήσονται τεθνηκότων οὐκ ἔχοντες παρείχομεν ἂν αὑτοὺς πεισομένους ὅ τι καὶ θελήσειας: [148] νῦν δ', οὐ γὰρ αὑτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι καὶ τὸ γῆρας οἰκτείροντες τὸ ἐκείνου ταύτας σοι τὰς δεήσεις προσφέρομεν καὶ παραιτούμεθα ψυχὰς τὰς αὑτῶν, ἅς σοι τὸ ἡμέτερον κακούργημα πρὸς τιμωρίαν παρέδωκεν, [149] οὔτε πονηρὸς αὐτὸς οὔτε τοιούτους ἐσομένους ἐγέννησεν ἀλλὰ χρηστὸς ὢν καὶ πειραθῆναι τοιούτων οὐχὶ δίκαιος καὶ νῦν μὲν ἀποδημούντων ταῖς ὑπὲρ ἡμῶν φροντίσι κακοπαθεῖ, πυθόμενος δὲ ἀπολωλότας καὶ τὴν αἰτίαν οὐχ ὑπομενεῖ ἀλλὰ διὰ ταύτην πολὺ μᾶλλον τὸν βίον καταλείπει, [150] καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς φθήσεται διαχρησάμενον καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθ' ἡμᾶς σπεύσαντος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν. [151] γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ ἡ κακία σε παροξύνει νῦν ἡ ἡμετέρα, τὸ κατ' αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον ὁ πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν. [152] ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δ' ἐπ' αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφ' οἷς πείσεται τῶν παίδων στερούμενος. [153] σὸν οὖν, ἃ παρέσχεν ἡμῖν ὁ θεὸς ταῦτ' ἔχοντ' ἐξουσίαν ἀφελέσθαι δοῦναι καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι: τῆς γὰρ ἐπαμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολλύειν τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδ' ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δ' ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει μᾶλλον αὐτῷ φαίνεσθαι διδόντα. [154] σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν: οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλ' ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου. [155] καὶ δεησόμεθά σου, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας: οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος αὑτοὺς ἀνελεῖν, ἀλλ' ὡς ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν. [156] καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν, ἵν' εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς, [157] εἰ δ' ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ δι' οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας. [158] εἴτ' οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων.” [159] Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραύ̈νειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους.

[160] Ὁ δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι: [161] “τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ τῆς εὐνοίας τῆς περὶ τὸν ἀδελφὸν ἡμῶν ἐπαινῶ καὶ κρείττονας ἢ προσεδόκων ἐκ τῶν περὶ ἐμὲ βεβουλευμένων εὑρίσκω ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας: φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ δὲ βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν ἐς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ. [162] πατρός τε οὖν σωτηρίαν ἐγνωκὼς οὐδ' ἐλπισθεῖσαν καὶ τοιούτους ὑμᾶς ὁρῶν περὶ τὸν ἀδελφὸν οὐδ' ὧν εἰς ἐμὲ δοκεῖτε ἁμαρτεῖν ἔτι μνημονεύω, παύσομαι δὲ τῆς ἐπ' αὐτοῖς μισοπονηρίας καὶ ὡς συναιτίοις τῶν τῷ θεῷ βεβουλευμένων εἰς τὰ παρόντα χάριν ἔχειν ὁμολογῶ. [163] ὑμᾶς τε βούλομαι καὶ αὐτοὺς λήθην ἐκείνων λαβόντας ἥδεσθαι μᾶλλον τῆς τότε ἀβουλίας εἰς τοιοῦτον ἐπελθούσης τέλος ἢ δυσφορεῖν αἰσχυνομένους ἐπὶ τοῖς ἡμαρτημένοις. μὴ οὖν δόξῃ λυπεῖν ὑμᾶς τὸ κατ' ἐμοῦ ψῆφον ἐνεγκεῖν πονηρὰν καὶ ἡ ἐπ' αὐτῇ μετάνοια τῷ γε μὴ προχωρῆσαι τὰ βεβουλευμένα. [164] χαίροντες οὖν ἐπὶ τοῖς ἐκ θεοῦ γεγενημένοις ἄπιτε ταῦτα δηλώσοντες τῷ πατρί, μὴ καὶ ταῖς ὑπὲρ ὑμῶν φροντίσιν ἀναλωθεὶς ζημιώσῃ μου τὸ κάλλιστον τῆς εὐδαιμονίας πρὶν εἰς ὄψιν ἐλθεῖν τὴν ἐμὴν καὶ μεταλαβεῖν τῶν παρόντων ἀποθανών. [165] αὐτὸν δὲ τοῦτον καὶ γυναῖκας ὑμετέρας καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν ὑμῶν ἀναλαβόντες ἐνθάδε μετοικίζεσθε: οὐδὲ γὰρ ἀποδήμους εἶναι δεῖ τῶν ἀγαθῶν τῶν ἡμετέρων τοὺς ἐμοὶ φιλτάτους ἄλλως τε καὶ τοῦ λιμοῦ λοιπὴν ἔτι πενταετίαν περιμενοῦντος.” ταῦτ' εἰπὼν Ἰώσηπος περιβάλλει τοὺς ἀδελφούς: [166] οἱ δ' ἐν δάκρυσιν ἦσαν καὶ λύπῃ τῶν ἐπ' αὐτῷ βεβουλευμένων τιμωρίας τ' οὐδὲν αὐτοῖς ἀπολιπεῖν ἐδόκει τὸ εὔγνωμον τἀδελφοῦ. καὶ τότε μὲν ἦσαν ἐν εὐωχίᾳ: [167] βασιλεὺς δ' ἀκούσας ἥκοντας πρὸς τὸν Ἰώσηπον τοὺς ἀδελφοὺς ἥσθη τε μεγάλως καὶ ὡς ἐπ' οἰκείῳ διατεθεὶς ἀγαθῷ παρεῖχεν αὐτοῖς ἁμάξας σίτου πλήρεις καὶ χρυσὸν καὶ ἄργυρον ἀποκομίζειν τῷ πατρί. λαβόντες δὲ πλείω παρὰ τἀδελφοῦ τὰ μὲν τῷ πατρὶ φέρειν τὰ δὲ αὐτοὶ δωρεὰς ἔχειν ἕκαστος ἰδίας, πλειόνων ἠξιωμένου Βενιαμὶν παρ' αὐτούς, ἀπῄεσαν.

[168] Ὡς δ' ἀφικομένων τῶν παίδων Ἰάκωβος τὰ περὶ τὸν Ἰώσηπον ἔμαθεν, ὅτι μὴ μόνον εἴη τὸν θάνατον διαπεφευγὼς ἐφ' ᾧ πενθῶν διῆγεν, ἀλλὰ καὶ ζῇ μετὰ λαμπρᾶς εὐδαιμονίας βασιλεῖ συνδιέπων τὴν Αἴγυπτον καὶ τὴν ἅπασαν σχεδὸν ἐγκεχειρισμένος αὐτῆς ἐπιμέλειαν, [169] ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλιπεν, ὥρμητο δ' εὐθὺς πρὸς τὸν Ἰώσηπον.

[170] Ὡς δὲ κατέσχεν ἐπὶ τὸ Ὅρκιον φρέαρ θύσας αὐτόθι τῷ θεῷ καὶ φοβούμενος διὰ τὴν εὐδαιμονίαν τὴν ἐν Αἰγύπτῳ τῶν παίδων ἐμφιλοχωρησάντων τῇ οἰκήσει τῇ ἐν αὐτῇ, μὴ οὐκέτ' εἰς τὴν Χαναναίαν οἱ ἔγγονοι μετελθόντες κατάσχωσιν αὐτήν, ὡς ὁ θεὸς ἦν ὑπεισχημένος, [171] ἅμα τε μὴ δίχα θεοῦ βουλήσεως γενομένης τῆς εἰς Αἴγυπτον ἀφόδου διαφθαρῇ τὸ γένος αὐτοῦ, πρὸς δὲ τούτοις δεδιώς, μὴ προεξέλθῃ τοῦ βίου πρὶν εἰς ὄψιν Ἰωσήπου παραγενέσθαι, καταφέρεται στρέφων ἐν ἑαυτῷ τοῦτον τὸν λογισμὸν εἰς ὕπνον.

[172] Ἐπιστὰς δὲ ὁ θεὸς αὐτῷ καὶ δὶς ὀνομαστὶ καλέσας πυνθανομένῳ τίς ἐστιν, “ἀλλ' οὐ δίκαιον, εἶπεν, Ἰακώβῳ θεὸν ἀγνοεῖσθαι τὸν ἀεὶ παραστάτην καὶ βοηθὸν προγόνοις τε τοῖς σοῖς καὶ μετ' αὐτοὺς σοὶ γενόμενον. [173] στερουμένῳ τε γάρ σοι τῆς ἀρχῆς ὑπὸ τοῦ πατρὸς ταύτην ἐγὼ παρέσχον, καὶ κατ' ἐμὴν εὔνοιαν εἰς τὴν Μεσοποταμίαν μόνος σταλεὶς γάμων τε ἀγαθῶν ἔτυχες καὶ παίδων ἐπαγόμενος πλῆθος καὶ χρημάτων ἐνόστησας. [174] παρέμεινέ τέ σοι γενεὰ πᾶσα προνοίᾳ τῇ ἐμῇ, καὶ ὃν ἀπολωλέναι τῶν υἱῶν ἐδόκεις Ἰώσηπον εἰς ἀπόλαυσιν μειζόνων ἀγαθῶν ἤγαγον καὶ τῆς Αἰγύπτου κύριον, ὡς ὀλίγῳ διαφέρειν τοῦ βασιλέως, ἐποίησα. [175] ἥκω τε νῦν ὁδοῦ τε ταύτης ἡγεμὼν ἐσόμενος καὶ βίου σου τελευτὴν ἐν ταῖς Ἰωσήπου χερσὶ γενησομένην προδηλῶν καὶ μακρὸν αἰῶνα τῶν σῶν ἐγγόνων ἐν ἡγεμονίᾳ καὶ δόξῃ καταγγέλλων καταστήσων τε αὐτοὺς εἰς τὴν γῆν ἣν ὑπέσχημαι.”

[176] Τούτῳ θαρρήσας τῷ ὀνείρατι προθυμότερον εἰς τὴν Αἴγυπτον σὺν τοῖς υἱοῖς καὶ παισὶν τοῖς τούτων ἀπηλλάττετο. ἦσαν δ' οἱ πάντες [πέντε καὶ] ἑβδομήκοντα. τὰ μὲν οὖν ὀνόματα δηλῶσαι τούτων οὐκ ἐδοκίμαζον καὶ μάλιστα διὰ τὴν δυσκολίαν αὐτῶν: [177] ἵνα μέντοι παραστήσω τοῖς οὐχ ὑπολαμβάνουσιν ἡμᾶς ἐκ τῆς Μεσοποταμίας ἀλλ' Αἰγυπτίους εἶναι, ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ἰακώβου μὲν οὖν παῖδες ἦσαν δώδεκα: τούτων Ἰώσηπος ἤδη προαφῖκτο: τοὺς οὖν μετ' αὐτὸν καὶ τοὺς ἐκ τούτων γεγονότας δηλώσομεν. [178] Ῥουβήλου μὲν ἦσαν παῖδες τέσσαρες, Ἀνώχης Φαλοὺς Ἐσσαρὼν Χάρμισος: Σεμεῶνος δ' ἕξ, Ἰούμηλος Ἰάμεινος Πούθοδος Ἰαχῖνος Σόαρος Σααρᾶς: τρεῖς δὲ Λευὶ γεγόνασιν υἱοί, Γολγόμης Κάαθος Μαράιρος: Ἰούδᾳ δὲ παῖδες ἦσαν τρεῖς, Σάλας Φάρεσος Ἐζελοός, υἱωνοὶ δὲ δύο γεγονότες ἐκ Φαρέσου, Ἐσρὼν καὶ Ἄμουρος. Ἰσακχάρου δὲ τέσσαρες, Θούλας Φρουρᾶς Ἴωβος Σαμάρων. [179] τρεῖς δὲ Ζαβουλὼν ἦγεν υἱούς, Σάραδον Ἥλωνα Ἰάνηλον. τοῦτο μὲν τὸ ἐκ Λείας γένος: καὶ αὐτῇ συνανῄει καὶ θυγάτηρ αὐτῆς Δεῖνα. [180] τρεῖς οὗτοι καὶ τριάκοντα. Ῥαχήλας δὲ παῖδες ἦσαν δύο: τούτων Ἰωσήπῳ μὲν γεγόνεισαν υἱοὶ Μανασσῆς καὶ Ἐφράνης. Βενιαμεῖ δὲ τῷ ἑτέρῳ δέκα, Βόλος Βάκχαρις Ἀσαβῆλος Γήλας Νεεμάνης Ἴης Ἄρως Νομφθὴς Ὀππαῖς Ἄροδος. οὗτοι τέσσαρες καὶ δέκα πρὸς τοῖς πρότερον κατειλεγμένοις εἰς ἑπτὰ καὶ τεσσαράκοντα γίνονται τὸν ἀριθμόν. [181] καὶ τὸ μὲν γνήσιον γένος τῷ Ἰακώβῳ τοῦτο ἦν, ἐκ Βάλλας δὲ αὐτῷ γίνονται τῆς Ῥαχήλας θεραπαινίδος Δάνος καὶ Νεφθαλίς, ᾧ τέσσαρες εἵποντο παῖδες, Ἐλιῆλος Γοῦνις Σάρης τε καὶ Σέλλιμος, Δάνῳ δὲ μονογενὲς ἦν παιδίον Οὖσις. [182] τούτων προσγινομένων τοῖς προειρημένοις πεντήκοντα καὶ τεσσάρων πληροῦσιν ἀριθμόν. Γάδης δὲ καὶ Ἀσῆρος ἐκ Ζελφᾶς μὲν ἦσαν, ἦν Λείας δὲ αὕτη θεραπαινίς, παῖδας δ' ἐπήγοντο Γάδης μὲν ἑπτά, Ζοφωνίαν Οὔγιν Σοῦνιν Ζάβρωνα Εἰρήνην Ἐρωίδην Ἀριήλην: [183] Ἀσήρωνός τε ἦν θυγάτηρ καὶ ἄρσενες ἀριθμὸν ἕξ, οἷς ὀνόματα Ἰώμνης Ἰσούσιος Ἠϊούβης Βάρης Ἀβαρός τε καὶ Μελχιῆλος. τούτων ἑκκαίδεκα ὄντων καὶ προστιθεμένων τοῖς πεντήκοντα τέσσαρσιν ὁ προειρημένος ἀριθμὸς πληροῦται μὴ συγκαταλεγέντος αὐτοῖς Ἰακώβου.

[184] Μαθὼν δὲ Ἰώσηπος παραγινόμενον τὸν πατέρα, καὶ γὰρ προλαβὼν Ἰούδας ὁ ἀδελφὸς ἐδήλωσεν αὐτῷ τὴν ἄφιξιν, ἀπαντησόμενος ἔξεισι καὶ καθ' Ἡρώων πόλιν αὐτῷ συνέβαλεν. ὁ δ' ὑπὸ τῆς χαρᾶς ἀπροσδοκήτου τε καὶ μεγάλης γενομένης μικροῦ δεῖν ἐξέλιπεν, ἀλλὰ ἀνεζωπύρησεν αὐτὸν Ἰώσηπος οὐδ' αὐτὸς μὲν κρατῆσαι δυνηθεὶς ὡς μὴ ταὐτὸ παθεῖν ὑφ' ἡδονῆς, οὐ μέντοι τὸν αὐτὸν τρόπον τῷ πατρὶ γενόμενος ἥττων τοῦ πάθους. [185] ἔπειτα τὸν μὲν ἠρέμα κελεύσας ὁδεύειν αὐτὸς δὲ παραλαβὼν πέντε τῶν ἀδελφῶν ἠπείγετο πρὸς τὸν βασιλέα φράσων αὐτῷ παραγενόμενον μετὰ τοῦ γένους τὸν Ἰάκωβον. ὁ δὲ τοῦτο χαίρων ἤκουσε καὶ τὸν Ἰώσηπον ἐκέλευσεν αὐτῷ λέγειν τίνι βίῳ τερπόμενοι διατελοῦσιν ὡς αὐτοῖς τοῦτον ἐπιτρέψειε διάγειν. [186] ὁ δὲ ποιμένας ἀγαθοὺς αὐτοὺς ἔλεγε καὶ μηδενὶ τῶν ἄλλων ἢ τούτῳ μόνῳ προσανέχειν, τοῦ τε μὴ διαζευγνυμένους ἀλλ' ἐν ταὐτῷ τυγχάνοντας ἐπιμελεῖσθαι τοῦ πατρὸς προνοούμενος τοῦ τε τοῖς Αἰγυπτίοις εἶναι προσφιλεῖς μηδὲν πράττοντας τῶν αὐτῶν ἐκείνοις: Αἰγυπτίοις γὰρ ἀπειρημένον ἦν περὶ νομὰς ἀναστρέφεσθαι.

[187] Τοῦ δ' Ἰακώβου παραγενομένου πρὸς τὸν βασιλέα καὶ ἀσπαζομένου τε καὶ κατευχομένου περὶ τῆς βασιλείας αὐτῷ ὁ Φαραώθης ἐπυνθάνετο, πόσον ἤδη βεβιωκὼς εἴη χρόνον. [188] τοῦ δ' ἑκατὸν ἔτη καὶ τριάκοντα γεγονέναι φήσαντος ἐθαύμασε τοῦ μήκους τῆς ζωῆς τὸν Ἰάκωβον. εἰπόντος δ' ὡς ἥττονα τῶν προγόνων εἴη βεβιωκὼς ἔτη συνεχώρησεν αὐτῷ ζῆν μετὰ τῶν τέκνων ἐν Ἡλιουπόλει: ἐν ἐκείνῃ γὰρ καὶ οἱ ποιμένες αὐτοῦ τὰς νομὰς εἶχον.

[189] Ὁ δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο μήτε τοῦ ποταμοῦ ἐπάρδοντος, οὐ γὰρ ηὔξανε, μήτε ὕοντος τοῦ θεοῦ πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπ' ἀγνοίας πεποιημένων. καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος, ὡς [δὲ] ταῦτ' αὐτοῖς ἐπέλιπε, τῶν βοσκημάτων ἐωνοῦντο τὸν σῖτον καὶ τῶν ἀνδραπόδων: [190] οἷς δὲ καὶ γῆς τις ἦν μοῖρα ταύτην παρεχώρουν ἐπὶ τιμῇ τροφῆς. οὕτως τε τοῦ βασιλέως πάσης αὐτῶν τῆς περιουσίας κυρίου γεγενημένου, μετῳκίσθησαν ἄλλος ἀλλαχοῦ, ὅπως βεβαία γένηται τῷ βασιλεῖ τῆς χώρας τούτων ἡ κτῆσις, πλὴν τῶν ἱερέων: τούτοις γὰρ ἔμενεν ἡ χώρα αὐτῶν. [191] ἐδούλου τ' αὐτῶν οὐ τὰ σώματα μόνον τὸ δεινόν, ἀλλὰ καὶ τὰς διανοίας καὶ τὸ λοιπὸν εἰς ἀσχήμονα τῆς τροφῆς εὐπορίαν αὐτοὺς κατηνάγκαζε. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τοῦ τε ποταμοῦ τῆς γῆς ἐπιβάντος καὶ ταύτης τοὺς καρποὺς ἀφθόνως ἐκφερούσης, [192] ὁ Ἰώσηπος εἰς ἑκάστην παραγενόμενος πόλιν καὶ συλλέγων ἐν αὐταῖς τὸ πλῆθος τήν τε γῆν αὐτοῖς, ἣν ἐκείνων παραχωρούντων βασιλεὺς ἔχειν ἠδύνατο καὶ καρποῦσθαι μόνος, εἰς ἅπαν ἐχαρίζετο καὶ κτῆμα ἴδιον ἡγουμένους φιλεργεῖν παρεκάλει τὴν πέμπτην τῶν καρπῶν τῷ βασιλεῖ τελοῦντας ὑπὲρ τῆς χώρας, ἣν δίδωσιν αὐτοῖς οὖσαν αὐτοῦ. [193] τοὺς δὲ παρ' ἐλπίδας κυρίους τῆς γῆς καθισταμένους χαρά τε ἐλάμβανε καὶ ὑφίσταντο τὰ προστάγματα. καὶ τούτῳ τῷ τρόπῳ τό τε ἀξίωμα παρὰ τοῖς Αἰγυπτίοις αὐτοῦ μεῖζον Ἰώσηπος ἀπεργάζεται, καὶ πλείω γε τὴν εὔνοιαν τῷ βασιλεῖ παρ' αὐτῶν, ὅ τε τοῦ τελεῖν τὴν πέμπτην τῶν καρπῶν νόμος ἔμεινε καὶ μέχρι τῶν ὕστερον βασιλέων.

[194] Ἰάκωβος δὲ ἑπτακαιδέκατον ἔτος ἐν Αἰγύπτῳ διατρίψας καὶ νόσῳ χρησάμενος παρόντων αὐτῷ τῶν υἱῶν ἀπέθανεν, ἐπευξάμενος τοῖς μὲν κτῆσιν ἀγαθῶν καὶ προειπὼν αὐτοῖς κατὰ προφητείαν, πῶς μέλλει τῶν ἐκ τῆς γενεᾶς αὐτῶν ἕκαστος κατοικεῖν τὴν Χαναναίαν: τοῦτο δὴ καὶ πολλοῖς ὕστερον χρόνοις ἐγένετο: [195] Ἰωσήπου δ' ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τούτου πλέον χρηστὸς εἰς αὐτοὺς ἐγένετο δωρησάμενος αὐτοὺς ἀγαθοῖς, οἷς οὐδὲ εὐεργέτας τινὲς ἠμείψαντο, προσέταξε τοῖς ἰδίοις παισίν, ἵνα τοὺς Ἰωσήπου παῖδας Ἐφρὴν καὶ Μανασσῆν εἰς τὸν αὐτῶν ἀριθμὸν προσῶνται διαιρούμενοι μετ' αὐτῶν τὴν Χαναναίαν, περὶ ὧν ὕστερον ἐροῦμεν: [196] ἠξίου μέντοι καὶ ταφῆς ἐν Νεβρῶνι τυγχάνειν: τελευτᾷ δὲ βιοὺς ἔτη τὰ πάντα τριῶν δέοντα πεντήκοντα καὶ ἑκατόν, μηδενὸς μὲν τῶν προγόνων ἀπολειφθεὶς ἐπ' εὐσεβείᾳ τοῦ θεοῦ, τυχὼν δὲ ἀμοιβῆς ἧς δίκαιον ἦν τοὺς οὕτως ἀγαθοὺς γεγονότας. Ἰώσηπος δὲ συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως τὸν τοῦ πατρὸς νεκρὸν εἰς Νεβρῶνα κομίσας ἐκεῖ θάπτει πολυτελῶς. [197] τῶν δ' ἀδελφῶν οὐ βουλομένων αὐτῷ συνυποστρέφειν, δέος γὰρ αὐτοὺς εἶχε μὴ τεθνηκότος αὐτοῖς τοῦ πατρὸς τιμωρήσαιτο τῆς εἰς αὐτὸν ἐπιβουλῆς οὐκέτ' ὄντος ᾧ χαρίζοιτο τὴν πρὸς αὐτοὺς μετριότητα, πείθει μηδὲν ὑφορᾶσθαι μηδ' ἔχειν αὐτὸν δι' ὑποψίας, ἀγαγὼν δὲ μετ' αὐτοῦ κτῆσιν πολλὴν ἐχαρίσατο καὶ πάσῃ περὶ αὐτοὺς σπουδῇ χρώμενος οὐκ ἀπέλιπε.

[198] Τελευτᾷ δὲ καὶ οὗτος ἔτη βιώσας ἑκατὸν καὶ δέκα θαυμάσιος τὴν ἀρετὴν γενόμενος καὶ λογισμῷ πάντα διοικῶν καὶ τὴν ἐξουσίαν ταμιευόμενος, ὃ δὴ καὶ τῆς τοιαύτης εὐδαιμονίας αἴτιον αὐτῷ παρὰ τοῖς Αἰγυπτίοις ἀλλαχόθεν ἥκοντι καὶ μετὰ τοιαύτης κακοπραγίας, μεθ' ἧς προειρήκαμεν, ὑπῆρχε. [199] τελευτῶσι δ' αὐτοῦ καὶ οἱ ἀδελφοὶ ζήσαντες εὐδαιμόνως ἐπὶ τῆς Αἰγύπτου. καὶ τούτων μὲν τὰ σώματα κομίσαντες μετὰ χρόνον οἱ ἀπόγονοι καὶ οἱ παῖδες ἔθαψαν ἐν Νεβρῶνι, [200] τὰ δὲ Ἰωσήπου ὀστᾶ ὕστερον, ὅτε μετανέστησαν ἐκ τῆς Αἰγύπτου οἱ Ἑβραῖοι, εἰς τὴν Χαναναίαν ἐκόμισαν: οὕτως γὰρ αὐτοὺς ὁ Ἰώσηπος ἐξώρκισε. τούτων οὖν ἕκαστος ὡς ἔσχε καὶ τίσι πόνοις ἐκράτησαν τῆς Χαναναίας σημανῶ προδιηγησάμενος τὴν αἰτίαν δι' ἣν τὴν Αἴγυπτον ἐξέλιπον.

[201] Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκέρδειαν συνέβη δεινῶς πρὸς τοὺς Ἑβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας. [202] ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ δι' ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυί̈αν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατ' αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τ' ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν. [203] τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις. [204] καὶ τετρακοσίων μὲν ἐτῶν χρόνον διήνυσαν ταῖς ταλαιπωρίαις: ἀντεφιλονείκουν γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖς πόνοις ἐξαπολέσαι τοὺς Ἰσραηλίτας θέλοντες, οἱ δ' ἀεὶ κρείττους φαίνεσθαι τῶν ἐπιταγμάτων.

[205] Ἐν τούτοις δ' ὄντων αὐτῶν τοῖς πράγμασιν αἰτία τοῦ μᾶλλον σπουδάσαι περὶ τὸν ἀφανισμὸν τοῦ γένους ἡμῶν τοῖς Αἰγυπτίοις προσεγένετο τοιαύτη: τῶν ἱερογραμματέων τις, καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν, ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. [206] δείσας δ' ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τε τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν καὶ τοὺς τοκετοὺς αὐτῶν παρατηρεῖν τὰς Αἰγυπτίων μαίας: [207] ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευε μαιοῦσθαι, αἳ διὰ συγγένειαν ἔμελλον μὴ παραβήσεσθαι τὴν τοῦ βασιλέως βούλησιν: τοὺς μέντοι καταφρονήσαντας τοῦ προστάγματος καὶ σώζειν λάθρα τολμήσαντας τὸ τεχθὲν αὐτοῖς ἀναιρεῖσθαι σὺν τῇ γενεᾷ προσέταξεν. [208] δεινὸν οὖν τοῖς ὑπομένουσι τὸ πάθος, οὐ καθὸ παίδων ἀπεστεροῦντο καὶ γονεῖς ὄντες αὐτοὶ πρὸς τὴν ἀπώλειαν ὑπούργουν τῶν γεννωμένων, ἀλλὰ καὶ ἡ ἐπίνοια τῆς τοῦ γένους αὐτῶν ἐπιλείψεως, φθειρομένων μὲν τῶν τικτομένων, αὐτῶν δὲ διαλυθησομένων, χαλεπὴν αὐτοῖς καὶ δυσπαραμύθητον ἐποίει τὴν συμφοράν. [209] καὶ οἱ μὲν ἦσαν ἐν τούτῳ τῷ κακῷ: κρατήσειε δ' ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης οὐδὲ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος: ὅ τε γὰρ παῖς, ὃν προεῖπεν ὁ ἱερογραμματεύς, τρέφεται λαθὼν τὴν τοῦ βασιλέως φυλακὴν καὶ ἀληθὴς ἐπὶ τοῖς ἐξ αὐτοῦ γενησομένοις ὁ προειπὼν εὑρέθη. γίνεται δ' οὕτως.

[210] Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἑβραίοις, ὡς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐπ' αὐτῷ φέρων, ἐκύει γὰρ αὐτῷ τὸ γύναιον, ἐν ἀμηχάνοις ἦν, [211] πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τ' ἀπαλλαγὴν αὐτοῖς ὧν παρ' ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπ' ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος. [212] ὁ δὲ θεὸς ἐλεήσας αὐτὸν καὶ πρὸς τὴν ἱκεσίαν ἐπικλασθεὶς ἐφίσταται κατὰ τοὺς ὕπνους αὐτῷ καὶ μήτε ἀπογινώσκειν αὐτὸν περὶ τῶν μελλόντων παρεκάλει τήν τε εὐσέβειαν αὐτῶν ἔλεγε διὰ μνήμης ἔχειν καὶ τὴν ὑπὲρ αὐτῆς ἀμοιβὴν ἀεὶ παρέξειν, ἤδη μὲν καὶ τοῖς προγόνοις αὐτῶν δωρησάμενος τὸ γενέσθαι τοσοῦτον πλῆθος αὐτοὺς ἐξ ὀλίγων. [213] καὶ Ἅβραμον μὲν μόνον ἐκ τῆς Μεσοποταμίας εἰς τὴν Χαναναίαν παραγενόμενον εὐδαιμονῆσαι τά τε ἄλλα καὶ τῆς γυναικὸς αὐτῷ πρὸς γονὴν ἀκάρπως ἐχούσης πρότερον ἔπειτα κατὰ τὴν αὐτοῦ βούλησιν ἀγαθῆς πρὸς τοῦτο γενομένης τεκνῶσαι παῖδας καὶ καταλιπεῖν μὲν Ἰσμαήλῳ καὶ τοῖς ἐξ αὐτοῦ τὴν Ἀράβων χώραν, τοῖς δ' ἐκ Κατούρας τὴν Τρωγλοδῦτιν, Ἰσάκῳ δὲ τὴν Χαναναίαν. [214] “ὅσα τε πολεμῶν κατὰ τὴν ἐμήν, φησί, συμμαχίαν ἠνδραγάθησε κἂν ἀσεβεῖς εἶναι δόξητε καὶ μὴ διὰ μνήμης ἔχοντες. Ἰάκωβον δὲ καὶ τοῖς οὐχ ὁμοφύλοις γνώριμον εἶναι συμβέβηκεν ἐπί τε μεγέθει τῆς εὐδαιμονίας μεθ' ἧς ἐβίωσε καὶ παισὶ τοῖς αὐτοῦ κατέλιπεν, οὗ μετὰ ἑβδομήκοντα τῶν πάντων εἰς Αἴγυπτον ἀφικομένου ὑπὲρ ἑξήκοντά που μυριάδας ἤδη γεγόνατε. [215] νῦν δ' ἐμὲ τοῦ κοινῇ συμφέροντος ὑμῶν ἴστε προνοούμενον καὶ τῆς σῆς εὐκλείας: ὁ παῖς γὰρ οὗτος, οὗ τὴν γένεσιν Αἰγύπτιοι δεδιότες κατέκριναν ἀπολλύναι τὰ ἐξ Ἰσραηλιτῶν τικτόμενα, σὸς ἔσται καὶ λήσεται μὲν τοὺς ἐπ' ὀλέθρῳ παραφυλάσσοντας, [216] τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἑβραίων γένος τῆς παρ' Αἰγυπτίοις ἀνάγκης ἀπολύσει, μνήμης δὲ ἐφ' ὅσον μενεῖ χρόνον τὰ σύμπαντα τεύξεται παρ' ἀνθρώποις οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δ' αὐτῷ καὶ ὁ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐγγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου.”

[217] Ταῦτα τῆς ὄψεως αὐτῷ δηλωσάσης περιεγερθεὶς ὁ Ἀμαράμης ἐδήλου τῇ Ἰωχαβέλῃ, γυνὴ δ' ἦν αὐτοῦ, καὶ τὸ δέος ἔτι μεῖζον διὰ τὴν τοῦ ὀνείρου πρόρρησιν αὐτοῖς συνίστατο: οὐ γὰρ ὡς περὶ παιδὸς μόνον εὐλαβεῖς ἦσαν, ἀλλὰ καὶ ὡς ἐπὶ μεγέθει τοσαύτης εὐδαιμονίας ἐσομένου. [218] τοῖς μέντοι προκατηγγελμένοις ὑπὸ τοῦ θεοῦ πίστιν ὁ τοκετὸς τῆς γυναικὸς παρεῖχε λαθούσης τοὺς φύλακας διὰ τὴν τῶν ὠδίνων ἐπιείκειαν καὶ τῷ μὴ βιαίας αὐτῇ προσπεσεῖν τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρ' αὐτοῖς τρέφουσι λανθάνοντες: [219] ἔπειτα δὲ δείσας Ἀμαράμης, μὴ κατάφωρος γένηται καὶ πεσὼν ὑπὸ τὴν τοῦ βασιλέως ὀργὴν αὐτός τε ἀπόληται μετὰ τοῦ παιδίου καὶ τοῦ θεοῦ τὴν ἐπαγγελίαν ἀφανίσειεν, ἔγνω μᾶλλον ἐπὶ τούτῳ ποιήσασθαι τὴν τοῦ παιδὸς σωτηρίαν καὶ πρόνοιαν ἢ τῷ λήσεσθαι πεπιστευκώς, τοῦτο δ' ἦν ἄδηλον, ἐναποκινδυνεύειν οὐ τῷ παιδὶ μόνον κρυφαίως τρεφομένῳ ἀλλὰ καὶ αὐτῷ: [220] τὸν δὲ θεὸν ἡγεῖτο πᾶσαν ἐκποριεῖν ἀσφάλειαν ὑπὲρ τοῦ μηδὲν ψευδὲς γενέσθαι τῶν εἰρημένων. ταῦτα κρίναντες μηχανῶνται πλέγμα βίβλινον ἐμφερὲς τῇ κατασκευῇ κοιτίδι μεγέθους αὐτὸ ποιήσαντες αὐτάρκους εἰς τὸ μετ' εὐρυχωρίας ἐναποκεῖσθαι τὸ βρέφος, ἔπειτα χρίσαντες ἀσφάλτῳ, [221] τῷ γὰρ ὕδατι τὴν διὰ τῶν πλεγμάτων ἀποφράττειν εἴσοδον ἡ ἄσφαλτος πέφυκεν, ἐντιθέασι τὸ παιδίον καὶ κατὰ τοῦ ποταμοῦ βαλόντες εἴασαν ἐπὶ τῷ θεῷ τὴν σωτηρίαν αὐτοῦ. καὶ τὸ μὲν ὁ ποταμὸς παραλαβὼν ἔφερε, Μαριάμη δὲ τοῦ παιδὸς ἀδελφὴ κελευσθεῖσα ὑπὸ τῆς μητρὸς ἀντιπαρεξῄει φερόμενον ὅποι χωρήσει ὀψομένη τὸ πλέγμα. [222] ἔνθα καὶ ἔδειξεν ὁ θεὸς μηδὲν μὲν τὴν ἀνθρωπίνην σύνεσιν, πᾶν δ' ὅ τι καὶ βουληθείη πράττειν αὐτὸ τέλους ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτάνοντας μὲν τοὺς ὑπὲρ οἰκείας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ, [223] σωζομένους δ' ἐκ παραδόξου καὶ σχεδὸν ἐκ μέσου τῶν κακῶν εὑρισκομένους τὴν εὐπραγίαν τοὺς κινδυνεύοντας τῇ τοῦ θεοῦ γνώμῃ. τοιοῦτον δέ τι καὶ περὶ τὸν παῖδα τοῦτον γενόμενον ἐμφανίζει τὴν ἰσχὺν τοῦ θεοῦ.

[224] Θέρμουθις ἦν θυγάτηρ τοῦ βασιλέως. αὕτη παίζουσα παρὰ τὰς ᾐόνας τοῦ ποταμοῦ καὶ φερόμενον ὑπὸ τοῦ ῥεύματος θεασαμένη τὸ πλέγμα κολυμβητὰς ἐπιπέμπει κελεύσασα τὴν κοιτίδα πρὸς αὐτὴν ἐκκομίσαι. παραγενομένων δὲ τῶν ἐπὶ τούτῳ σταλέντων μετὰ τῆς κοιτίδος ἰδοῦσα τὸ παιδίον ὑπερηγάπησε μεγέθους τε ἕνεκα καὶ κάλλους: [225] τοσαύτῃ γὰρ ὁ θεὸς περὶ Μωυσῆν ἐχρήσατο σπουδῇ, ὡς ὑπ' αὐτῶν τῶν ψηφισαμένων διὰ τὴν αὐτοῦ γένεσιν καὶ τῶν ἄλλων τῶν ἐκ τοῦ Ἑβραίων γένους ἀπώλειαν ποιῆσαι τροφῆς καὶ ἐπιμελείας ἀξιωθῆναι. κελεύει τε γύναιον ἡ Θέρμουθις ἀχθῆναι παρέξον θηλὴν τῷ παιδίῳ. [226] μὴ προσεμένου δὲ αὐτοῦ τὴν θηλὴν ἀλλ' ἀποστραφέντος καὶ τοῦτ' ἐπὶ πολλῶν ποιήσαντος γυναικῶν ἡ Μαριάμη παρατυγχάνουσα τοῖς γινομένοις οὐχ ὥστε ἐκ παρασκευῆς δοκεῖν ἀλλὰ κατὰ θεωρίαν, “μάτην, εἶπεν, ὦ βασίλισσα, ταύτας ἐπὶ τροφῇ τοῦ παιδὸς μετακαλῇ τὰς γυναῖκας, αἳ μηδὲν πρὸς αὐτὸ συγγενὲς ἔχουσιν. εἰ μέντοι τινὰ τῶν Ἑβραί̈δων γυναικῶν ἀχθῆναι ποιήσειας, [227] τάχα ἂν προσοῖτο θηλὴν ὁμοφύλου.” δόξασαν δὲ λέγειν εὖ κελεύει τοῦτ' αὐτὴν ἐκπορίσαι καὶ τῶν γαλουχουσῶν τινα μεταθεῖν. ἡ δὲ τοιαύτης ἐξουσίας λαβομένη παρῆν ἄγουσα τὴν μητέρα μηδενὶ γινωσκομένην. καὶ τὸ παιδίον ἀσμενίσαν πως προσφύεται τῇ θηλῇ, καὶ δεηθείσης γε τῆς βασιλίδος πιστεύεται τὴν τροφὴν τοῦ παιδίου πρὸς τὸ πᾶν.

[228] Κἀπ' αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι: τὸ γὰρ ὕδωρ μῶυ Αἰγύπτιοι καλοῦσιν, ἐσῆς δὲ τοὺς [ἐξ ὕδατος] σωθέντας. συνθέντες οὖν ἐξ ἀμφοτέρων τὴν προσηγορίαν αὐτῷ ταύτην τίθενται. [229] καὶ ἦν ὁμολογουμένως κατὰ τὴν τοῦ θεοῦ πρόρρησιν φρονήματός τε μεγέθει καὶ πόνων καταφρονήσει Ἑβραίων ἄριστος. Ἅβραμος γὰρ αὐτῷ πατὴρ ἕβδομος. Ἀμαράμου γὰρ αὐτὸς ἦν παῖς τοῦ Καάθου, Καάθου δὲ πατὴρ Λευὶς ὁ τοῦ Ἰακώβου, ὃς ἦν Ἰσάκῳ γενόμενος, Ἁβράμου δὲ οὗτος ἦν. [230] σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετ' αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπ' ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα, [231] πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωυσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας, πολλοῖς τε συνέβαινε καθ' ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ: καὶ γὰρ ἡ χάρις ἡ παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατεῖχε τοὺς ὁρῶντας.

[232] Ὄντα δ' αὐτὸν τοιοῦτον ἡ Θέρμουθις παῖδα ποιεῖται γονῆς γνησίας οὐ μεμοιραμένη, καί ποτε κομίσασα τὸν Μωυσῆν πρὸς τὸν πατέρα ἐπεδείκνυε τοῦτον καὶ ὡς φροντίσειε διαδοχῆς, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸς γνησίου, πρὸς αὐτόν τε ἔλεγεν, ἀναθρεψαμένη παῖδα μορφῇ τε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίως δὲ αὐτὸν καὶ παρὰ τῆς τοῦ ποταμοῦ λαβοῦσα χάριτος ἐμαυτῆς μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆς δὲ σῆς βασιλείας [233] διάδοχον.” ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, ὁ δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα: καταφέρει δ' ὁ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί. [234] καὶ τοῦτο ἔδοξεν οἰωνὸν ἐπὶ τῇ βασιλείᾳ φέρειν. θεασάμενος δ' ὁ ἱερογραμματεὺς ὁ καὶ τὴν γένεσιν αὐτοῦ προειπὼν ἐπὶ ταπεινώσει τῆς Αἰγυπτίων ἀρχῆς ἐσομένην ὥρμησεν ἀποκτεῖναι, [235] καὶ δεινὸν ἀνακραγών, “οὗτος, εἶπε, βασιλεῦ, ὁ παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν ὁ θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπ' αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ δι' αὐτὸν θάρσους ἀφελοῦ.” φθάνει δ' αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, [236] καὶ πρὸς τὸν φόνον ὀκνηρὸς ἦν ὁ βασιλεὺς τοιοῦτον αὐτὸν τοῦ θεοῦ παρασκευάσαντος, ᾧ πρόνοια τῆς Μωυσέος σωτηρίας ἦν. ἐτρέφετο οὖν πολλῆς ἐπιμελείας τυγχάνων, καὶ τοῖς μὲν Ἑβραίοις ἐπ' αὐτῷ παρῆν ἐλπὶς περὶ τῶν ὅλων, [237] δι' ὑποψίας δ' εἶχον Αἰγύπτιοι τὴν ἀνατροφὴν αὐτοῦ: μηδενὸς δ' ὄντος φανεροῦ, δι' ὃν κἂν ἀπέκτεινεν αὐτὸν ὁ βασιλεὺς μηδὲν ὄντα ἢ συγγενοὺς διὰ τῆς εἰσποιήσεως ἢ τῶν ἄλλων τινός, ᾧ πλέον ὑπὲρ ὠφελείας τῆς Αἰγυπτίων ἐκ τοῦ προειδέναι τὰ μέλλοντα θαρρεῖν παρῆν, ἀπείχοντο τῆς ἀναιρέσεως αὐτοῦ.

[238] Μωυσῆς μὲν τῷ προειρημένῳ τρόπῳ γεννηθείς τε καὶ τραφεὶς καὶ παρελθὼν εἰς ἡλικίαν φανερὰν τοῖς Αἰγυπτίοις τὴν ἀρετὴν ἐποίησε καὶ τὸ ἐπὶ ταπεινώσει μὲν τῇ ἐκείνων, ἐπ' αὐξήσει δὲ τῶν Ἑβραίων γεγονέναι τοιαύτης ἀφορμῆς λαβόμενος: [239] Αἰθίοπες, πρόσοικοι δ' εἰσὶ τοῖς Αἰγυπτίοις, ἐμβαλόντες εἰς χώραν αὐτῶν ἔφερον καὶ ἦγον τὰ τῶν Αἰγυπτίων. οἱ δ' ὑπ' ὀργῆς στρατεύουσιν ἐπ' αὐτοὺς ἀμυνούμενοι τῆς καταφρονήσεως, καὶ τῇ μάχῃ κρατηθέντες οἱ μὲν αὐτῶν ἔπεσον οἱ δ' αἰσχρῶς εἰς τὴν οἰκείαν διεσώθησαν φυγόντες. [240] ἐπηκολούθησαν δὲ διώκοντες Αἰθίοπες καὶ μαλακίας ὑπολαβόντες τὸ μὴ κρατεῖν ἁπάσης τῆς Αἰγύπτου τῆς χώρας ἐπὶ πλεῖον ἥπτοντο καὶ γευσάμενοι τῶν ἀγαθῶν οὐκέτ' αὐτῶν ἀπείχοντο, ὡς δὲ τὰ γειτνιῶντα μέρη πρῶτον αὐτοῖς ἐπερχομένων οὐκ ἐτόλμων ἀντιστρατεύειν, προύβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης οὐδεμιᾶς τῶν πόλεων ἀντέχειν δυνηθείσης. [241] τῷ δὲ κακῷ πιεζόμενοι πρὸς χρησμοὺς Αἰγύπτιοι καὶ μαντείας τρέπονται: συμβουλεύσαντος δ' αὐτοῖς τοῦ θεοῦ συμμάχῳ χρήσασθαι τῷ Ἑβραίῳ κελεύει ὁ βασιλεὺς τὴν θυγατέρα παρασχεῖν τὸν Μωυσῆν στρατηγὸν αὐτῷ γενησόμενον. [242] ἡ δὲ ὅρκους ποιησαμένῳ, ὥστε μηδὲν διαθεῖναι κακόν, παραδίδωσιν ἀντὶ μεγάλης μὲν εὐεργεσίας κρίνουσα τὴν συμμαχίαν, κακίζουσα δὲ τοὺς ἱερέας, εἰ κτεῖναι προαγορεύσαντες αὐτὸν ὡς πολέμιον οὐκ ᾐδοῦντο νῦν χρῄζοντες αὐτοῦ τῆς ἐπικουρίας.

[243] Μωυσῆς δὲ ὑπό τε τῆς Θερμούθιδος παρακληθεὶς καὶ ὑπὸ τοῦ βασιλέως ἡδέως προσδέχεται τὸ ἔργον: ἔχαιρον δ' οἱ ἱερογραμματεῖς ἀμφοτέρων τῶν ἐθνῶν, Αἰγυπτίων μὲν ὡς τούς τε πολεμίους τῇ ἐκείνου κρατήσοντες ἀρετῇ καὶ τὸν Μωυσῆν ταὐτῷ δόλῳ κατεργασόμενοι, οἱ δὲ τῶν Ἑβραίων ὡς φυγεῖν αὐτοῖς ἐσομένου τοὺς Αἰγυπτίους διὰ τὸ Μωυσῆν αὐτοῖς στρατηγεῖν. [244] ὁ δὲ φθάσας πρὶν ἢ καὶ πυθέσθαι τοὺς πολεμίους τὴν ἔφοδον αὐτοῦ τὸν στρατὸν ἀναλαβὼν ἦγεν οὐ διὰ τοῦ ποταμοῦ ποιησάμενος τὴν ἐλασίαν, ἀλλὰ διὰ γῆς. ἔνθα τῆς αὐτοῦ συνέσεως θαυμαστὴν ἐπίδειξιν ἐποιήσατο: [245] τῆς γὰρ γῆς οὔσης χαλεπῆς ὁδευθῆναι διὰ πλῆθος ἑρπετῶν, παμφορωτάτη γάρ ἐστι τούτων, ὡς καὶ τὰ παρ' ἄλλοις οὐκ ὄντα μόνη τρέφειν δυνάμει τε καὶ κακίᾳ καὶ τῷ τῆς ὄψεως ἀσυνήθει διαφέροντα, τινὰ δ' αὐτῶν ἐστι καὶ πετεινὰ ὡς λανθάνοντα μὲν ἀπὸ γῆς κακουργεῖν καὶ μὴ προϊδομένους ἀδικεῖν ὑπερπετῆ γενόμενα, νοεῖ πρὸς ἀσφάλειαν καὶ ἀβλαβῆ πορείαν τοῦ στρατεύματος στρατήγημα θαυμαστόν: [246] πλέγματα γὰρ ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάσας καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δ' ἐστὶν ὄφεσι τοῦτο τὸ ζῷον: φεύγουσί τε γὰρ ἐπερχομένας καὶ ἐφιστάμενοι καθάπερ ὑπ' ἐλάφων ἁρπαζόμενοι καταπίνονται: χειροήθεις δ' εἰσὶν αἱ ἴβεις καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. [247] καὶ περὶ μὲν τούτων παρίημι νῦν γράφειν οὐκ ἀγνοούντων τῶν Ἑλλήνων τῆς ἴβιδος τὸ εἶδος. ὡς οὖν εἰς τὴν γῆν ἐνέβαλε τὴν θηριοτρόφον, ταύταις ἀπεμάχετο τὴν τῶν ἑρπετῶν φύσιν ἐπαφεὶς αὐτοῖς καὶ προπολεμούσαις χρώμενος. τοῦτον οὖν ὁδεύσας τὸν τρόπον οὐδὲ προμαθοῦσι παρῆν τοῖς Αἰθίοψι, [248] καὶ συμβαλὼν αὐτοῖς κρατεῖ τῇ μάχῃ καὶ τῶν ἐλπίδων, ἃς εἶχον ἐπὶ τοὺς Αἰγυπτίους, ἀφαιρεῖται τάς τε πόλεις αὐτῶν ἐπῄει καταστρεφόμενος, καὶ φόνος πολὺς τῶν Αἰθιόπων ἐπράττετο. καὶ τῆς διὰ Μωυσῆν εὐπραγίας γευσάμενον τὸ τῶν Αἰγυπτίων στράτευμα πονεῖν οὐκ ἔκαμνεν, ὡς περὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς ἀναστάσεως τὸν κίνδυνον εἶναι τοῖς Αἰθίοψι: [249] καὶ τέλος συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν τῆς Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ἐπωνόμασεν ἀδελφῆς ἰδίας τοῦτο καλουμένης, ἐπολιορκοῦντο. ἦν δὲ δυσπολιόρκητον σφόδρα τὸ χωρίον τοῦ τε Νείλου περιέχοντος αὐτὴν καὶ κυκλουμένου ποταμῶν τε ἄλλων Ἀστάπου καὶ Ἀσταβόρα δύσμαχον τοῖς πειρωμένοις διαβαίνειν τὸ ῥεῦμα ποιούντων: [250] ἡ γὰρ πόλις ἐντὸς οὖσα νῆσος οἰκεῖται τείχους τε αὐτῇ καρτεροῦ περιηγμένου καὶ πρὸς μὲν τοὺς πολεμίους πρόβλημα τοὺς ποταμοὺς ἔχουσα χώματά τε μεγάλα μεταξὺ τοῦ τείχους, ὥστε ἀνεπίκλυστον εἶναι βιαιότερον ὑπὸ πληθώρας φερομένων, ἅπερ καὶ τοῖς περαιωσαμένοις τοὺς ποταμοὺς ἄπορον ἐποίει τῆς πόλεως τὴν ἅλωσιν. [251] φέροντι τοίνυν ἀηδῶς τῷ Μωυσεῖ τὴν τοῦ στρατεύματος ἀργίαν, εἰς χεῖρας γὰρ οὐκ ἐτόλμων ἀπαντᾶν οἱ πολέμιοι, συνέτυχέ τι τοιοῦτον. [252] Θάρβις θυγάτηρ ἦν τοῦ Αἰθιόπων βασιλέως. αὕτη τὸν Μωυσῆν πλησίον τοῖς τείχεσι προσάγοντα τὴν στρατιὰν καὶ μαχόμενον γενναίως ἀποσκοποῦσα καὶ τῆς ἐπινοίας τῶν ἐγχειρήσεων θαυμάζουσα, καὶ τοῖς τε Αἰγυπτίοις αἴτιον ἀπεγνωκόσιν ἤδη τὴν ἐλευθερίαν τῆς εὐπραγίας ὑπολαμβάνουσα καὶ τοῖς Αἰθίοψιν αὐχοῦσιν ἐπὶ τοῖς κατ' αὐτῶν κατωρθωμένοις τοῦ περὶ τῶν ἐσχάτων κινδύνου, εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους διαλεγομένη περὶ γάμου. [253] προσδεξαμένου δὲ τὸν λόγον ἐπὶ τῷ παραδοῦναι τὴν πόλιν καὶ ποιησαμένου πίστεις ἐνόρκους ἦ μὴν ἄξεσθαι γυναῖκα καὶ κρατήσαντα τῆς πόλεως μὴ παραβήσεσθαι τὰς συνθήκας, φθάνει τὸ ἔργον τοὺς λόγους. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν Αἰθιόπων εὐχαριστήσας τῷ θεῷ συνετέλει τὸν γάμον Μωυσῆς καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν.

[254] Οἱ δ' ἐξ ὧν ἐσώζοντο ὑπὸ Μωυσέος μῖσος ἐκ τούτων πρὸς αὐτὸν ἀνελάμβανον καὶ θερμότερον ἅπτεσθαι τῶν κατ' αὐτοῦ βουλευμάτων ἠξίουν, ὑπονοοῦντες μὲν μὴ διὰ τὴν εὐπραγίαν νεωτερίσειε κατὰ τὴν Αἴγυπτον, διδάσκοντες δὲ τὸν βασιλέα περὶ τῆς σφαγῆς. [255] ὁ δὲ καὶ καθ' αὑτὸν μὲν εἶχε τὴν τοῦ πράγματος ἐπίνοιαν ὑπό τε φθόνου τῆς Μωυσέος στρατηγίας καὶ ὑπὸ δέους ταπεινώσεως, ἐπειχθεὶς δ' ὑπὸ τῶν ἱερογραμματέων οἷός τε ἦν ἐγχειρεῖν τῇ Μωυσέος ἀναιρέσει. [256] φθάσας δὲ τὴν ἐπιβουλὴν καταμαθεῖν λαθὼν ὑπέξεισι: καὶ τῶν ὁδῶν φυλαττομένων ποιεῖται διὰ τῆς ἐρήμου τὸν δρασμὸν καὶ ὅθεν ἦν ὑπόνοια μὴ λαβεῖν τοὺς ἐχθρούς, ἄπορός τε ὢν τροφῆς ἀπηλλάττετο τῇ καρτερίᾳ καταφρονῶν, [257] εἴς τε πόλιν Μαδιανὴν ἀφικόμενος πρὸς μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ κειμένην ἐπώνυμον δ' ἑνὸς τῶν Ἁβράμῳ γενομένων ἐκ Κατούρας υἱῶν, καθεσθεὶς ἐπί τινος φρέατος ἐκ τοῦ κόπου καὶ τῆς ταλαιπωρίας ἠρέμει μεσημβρίας οὔσης οὐ πόρρω τῆς πόλεως. ἐνταῦθ' αὐτῷ συνέβη καὶ πρᾶξις ἐκ διαίτης τῶν αὐτόθι συστήσασα τὴν ἀρετὴν αὐτοῦ καὶ πρὸς τὸ κρεῖττον ἀφορμὴν παρασχοῦσα.

[258] Τῶν γὰρ χωρίων δυσύδρων ὄντων προκατελάμβανον οἱ ποιμένες τὰ φρέατα, ὅπως μὴ προεξαναλωμένου τοῦ ὕδατος ὑπὸ τῶν ἄλλων σπανίζοι ποτοῦ τὰ θρέμματα. παραγίνονται οὖν ἐπὶ τὸ φρέαρ ἑπτὰ παρθένοι ἀδελφαὶ Ῥαγουήλου θυγατέρες ἱερέως καὶ πολλῆς ἠξιωμένου τιμῆς παρὰ τοῖς ἐπιχωρίοις, [259] αἳ τῶν τοῦ πατρὸς ποιμνίων ἐπιμελούμεναι διὰ τὸ ταύτην ὑπουργίαν εἶναι καὶ γυναιξὶν ἐπιχώριον παρὰ τοῖς Τρωγλοδύταις φθάσασαι τὸ αὔταρκες ἐκ τοῦ φρέατος ἀνέσπασαν ὕδωρ τοῖς ποιμνίοις εἰς δεξαμενάς, αἳ πρὸς ἐκδοχὴν τοῦ ὕδατος ἐγεγόνεισαν. [260] ἐπιστάντων δὲ ποιμένων ταῖς παρθένοις, ὥστ' αὐτοὶ τοῦ ὕδατος κρατεῖν, Μωυσῆς δεινὸν ἡγησάμενος εἶναι περιιδεῖν ἀδικουμένας τὰς κόρας καὶ τὴν βίαν τὴν τῶν ἀνδρῶν ἐᾶσαι κρείττονα γενέσθαι τοῦ τῶν παρθένων δικαίου, τοὺς μὲν εἶρξε πλεονεκτεῖν ἐθέλοντας, ταῖς δὲ παρέσχε τὴν πρέπουσαν βοήθειαν. [261] αἱ δ' εὐεργετηθεῖσαι παρῆσαν πρὸς τὸν πατέρα τήν τε ὕβριν τῶν ποιμένων αὐτῷ διηγούμεναι καὶ τὴν ἐπικουρίαν τοῦ ξένου παρεκάλουν τε μὴ ματαίαν αὐτῷ γενέσθαι τὴν εὐποιίαν μηδ' ἀμοιβῆς ὑστεροῦσαν. ὁ δὲ τάς τε παῖδας ἀπεδέξατο τῆς περὶ τὸν εὐεργετηκότα σπουδῆς καὶ τὸν Μωυσῆν εἰς ὄψιν ἐκέλευεν ἄγειν αὐτῷ τευξόμενον χάριτος δικαίας. [262] ὡς δ' ἧκε, τήν τε τῶν θυγατέρων αὐτῷ ἀπεσήμαινε μαρτυρίαν ἐπὶ τῇ βοηθείᾳ καὶ τῆς ἀρετῆς αὐτὸν θαυμάζων οὐκ εἰς ἀναισθήτους εὐεργεσιῶν καταθέσθαι τὴν ἐπικουρίαν ἔλεγεν, ἀλλ' ἱκανοὺς ἐκτῖσαι χάριν καὶ τῷ μεγέθει τῆς ἀμοιβῆς ὑπερβαλεῖν τὸ μέτρον τῆς εὐποιίας. [263] ποιεῖται δ' αὐτὸν υἱὸν καὶ μίαν τῶν θυγατέρων πρὸς γάμον δίδωσι τῶν τε θρεμμάτων, ἐν τούτοις γὰρ ἡ πᾶσα κτῆσις τὸ παλαιὸν ἦν τοῖς βαρβάροις, ἀποδείκνυσιν ἐπιμελητὴν καὶ δεσπότην.

[264] Καὶ Μωυσῆς μὲν τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰεθεγλαίου, τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουήλῳ, διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. χρόνῳ δ' ὕστερον νέμων ἐπὶ τὸ Σιναῖον καλούμενον ὄρος ἄγει τὰ ποίμνια: [265] τοῦτο δ' ἐστὶν ὑψηλότατον τῶν ταύτῃ ὀρῶν καὶ πρὸς νομὰς ἄριστον ἀγαθῆς φυομένης πόας καὶ διὰ τὸ δόξαν ἔχειν ἐνδιατρίβειν αὐτῷ τὸν θεὸν οὐ κατανεμηθείσης πρότερον, οὐ τολμώντων ἐμβατεύειν εἰς αὐτὸ τῶν ποιμένων: ἔνθα δὴ καὶ τέρας αὐτῷ συντυγχάνει θαυμάσιον. [266] πῦρ γὰρ θάμνου βάτων νεμόμενον τὴν περὶ αὐτὸν χλόην τό τε ἄνθος αὐτοῦ παρῆλθεν ἀβλαβὲς καὶ τῶν ἐγκάρπων κλάδων οὐδὲν ἠφάνισε καὶ ταῦτα τῆς φλογὸς πολλῆς καὶ ὀξυτάτης ὑπαρχούσης. [267] ὁ δὲ καὶ αὐτὴν μὲν ἔδεισε τὴν ὄψιν παράδοξον γενομένην, κατεπλάγη δ' ἔτι μᾶλλον φωνὴν τοῦ πυρὸς ἀφιέντος καὶ ὀνομαστὶ καλέσαντος αὐτὸν καὶ ποιησαμένου λόγους, οἷς τό τε θάρσος αὐτοῦ τολμήσαντος παρελθεῖν εἰς χωρίον, εἰς ὃ μηδεὶς ἀνθρώπων πρότερον ἀφῖκτο διὰ τὸ εἶναι θεῖον, ἐσήμαινε καὶ συνεβούλευε τῆς φλογὸς [ὡς] πορρωτάτω χωρεῖν καὶ ἀρκεῖσθαι μὲν οἷς ἑώρακεν ἀγαθὸν ὄντα καὶ μεγάλων ἀνδρῶν ἔγγονον, πολυπραγμονεῖν δὲ μηδέν: [268] τούτοις προηγόρευε περισσότερον τὴν ἐσομένην αὐτῷ δόξαν καὶ τιμὴν παρ' ἀνθρώπων τοῦ θεοῦ συμπαρόντος, καὶ θαρροῦντα ἐκέλευεν εἰς τὴν Αἴγυπτον ἀπιέναι στρατηγὸν καὶ ἡγεμόνα τῆς Ἑβραίων πληθύος ἐσόμενον καὶ τῆς ὕβρεως τῆς ἐκεῖ τοὺς συγγενεῖς ἀπαλλάξοντα: [269] καὶ γὰρ γῆν οἰκήσουσι, φησί, ταύτην εὐδαίμονα, ἣν Ἅβραμος ᾤκησεν ὁ ὑμέτερος πρόγονος καὶ τῶν πάντων ἀπολαύσουσιν ἀγαθῶν, εἰς ταῦτα σοῦ καὶ τῆς σῆς συνέσεως αὐτοῖς ἡγουμένης. ἐξαγαγόντα μέντοι τοὺς Ἑβραίους ἐκ τῆς Αἰγύπτου θυσίας ἐκέλευε χαριστηρίους ἀφικόμενον εἰς ἐκεῖνον ἐκτελέσαι τὸν τόπον. τοσαῦτα μὲν ἐκ τοῦ πυρὸς θεοκλυτεῖται.

[270] Μωυσῆς δ' ἐκπεπληγμένος οἷς τ' εἶδε καὶ πολὺ μᾶλλον οἷς ἤκουσε, “δυνάμει μὲν ἀπιστεῖν, ἔφη, τῇ σῇ, δέσποτα, ἣν αὐτός τε θρησκεύω καὶ προγόνοις οἶδα φανερὰν γενομένην, μανιωδέστερον ἢ κατὰ τὴν ἐμαυτοῦ φρόνησιν ἡγοῦμαι. [271] πλὴν ἀπορῶ, πῶς ἂν ἰδιώτης ἀνὴρ καὶ μηδεμιᾶς ἰσχύος εὐπορῶν ἢ πείσω λόγοις τοὺς οἰκείους ἀφέντας ἣν ἄρτι κατοικοῦσι γῆν ἕπεσθαί μοι πρὸς ἣν αὐτὸς ἡγοῦμαι, ἢ κἂν ἐκεῖνοι πεισθῶσι, πῶς ἂν βιασαίμην Φαραώθην ἐπιτρέψαι τὴν ἔξοδον τούτοις, ὧν τοῖς πόνοις καὶ τοῖς ἔργοις τὴν οἰκείαν αὔξουσιν εὐδαιμονίαν.”

[272] Ὁ δὲ θεὸς αὐτῷ περὶ πάντων συνεβούλευε θαρρεῖν ὑπισχνούμενος αὐτὸς παρέσεσθαι καὶ οὗ μὲν ἂν δέῃ λόγων, πειθὼ παρέξειν, οὗ δ' ἂν ἔργων, ἰσχὺν χορηγήσειν, ἐκέλευέ τε τὴν βακτηρίαν ἐπὶ τὴν γῆν ἀφέντα πίστιν ὧν ὑπισχνεῖται λαμβάνειν. καὶ ποιήσαντος δράκων εἷρπε καὶ συνειλούμενος σπειρηδὸν ὡς διώκουσιν ἐπ' ἀμύνῃ τὴν κεφαλὴν ἐπανέτεινεν: εἶτα πάλιν βάκτρον ἦν. [273] μετὰ τοῦτο δὲ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσέταξεν. ὑπακούσας δὲ λευκὴν καὶ τιτάνῳ τὴν χρόαν ὁμοίαν προεκόμισεν: εἶτα εἰς τὸ σύνηθες κατέστη. κελευσθεὶς δὲ καὶ τοῦ πλησίον ὕδατος λαβὼν ἐπὶ τὴν γῆν ἐκχέαι ὁρᾷ τὴν χρόαν αἱματώδη γενομένην. [274] θαυμάζοντα δ' ἐπὶ τούτοις θαρρεῖν παρεκελεύετο καὶ βοηθὸν εἰδέναι μέγιστον αὐτῷ συνεσόμενον καὶ σημείοις πρὸς τὸ πιστεύεσθαι παρὰ πᾶσι χρῆσθαι, ὅτι πεμφθεὶς ὑπ' ἐμοῦ πάντα κατὰ τὰς ἐμὰς ἐντολὰς ποιεῖς. κελεύω δὲ μηδὲν ἔτι μελλήσαντα σπεύδειν εἰς τὴν Αἴγυπτον καὶ νυκτὸς καὶ ἡμέρας ἐπειγόμενον καὶ μὴ τρίβοντα τὸν χρόνον πλείω ποιεῖν τοῦτον Ἑβραίοις ἐν δουλείᾳ κακοπαθοῦσι.”

[275] Μωυσῆς δ' οὐκ ἔχων ἀπιστεῖν οἷς ἐπηγγέλλετο τὸ θεῖον θεατής γε τοιούτων βεβαιωμάτων καὶ ἀκροατὴς γενόμενος, εὐξάμενος αὐτῷ καὶ πειραθῆναι ταύτης τῆς δυνάμεως ἐν Αἰγύπτῳ δεηθεὶς ἠντιβόλει μηδὲ ὀνόματος αὐτῷ γνῶσιν τοῦ ἰδίου φθονῆσαι, φωνῆς δ' αὐτῷ μετεσχηκότι καὶ ὄψεως ἔτι καὶ τὴν προσηγορίαν εἰπεῖν, ἵνα θύων ἐξ ὀνόματος αὐτὸν παρεῖναι τοῖς ἱεροῖς παρακαλῇ. [276] καὶ ὁ θεὸς αὐτῷ σημαίνει τὴν αὑτοῦ προσηγορίαν οὐ πρότερον εἰς ἀνθρώπους παρελθοῦσαν, περὶ ἧς οὔ μοι θεμιτὸν εἰπεῖν. Μωυσεῖ μέντοι τὰ σημεῖα ταῦτα οὐ τότε μόνον, διὰ παντὸς δὲ ὁπότε δεηθείη συνετύγχανεν: ἐξ ὧν ἁπάντων πλέον περὶ τῆς ἀληθείας τῷ πυρὶ νέμων καὶ τὸν θεὸν εὐμενῆ παραστάτην ἕξειν πιστεύων τούς τε οἰκείους σώσειν ἤλπιζε καὶ τοὺς Αἰγυπτίους κακοῖς περιβαλεῖν.

[277] Καὶ πυθόμενος τὸν τῶν Αἰγυπτίων τεθνάναι βασιλέα Φαραώθην, ἐφ' οὗπερ αὐτὸς ἔφυγε, δεῖται Ῥαγουήλου συγχωρῆσαι κατὰ ὠφέλειαν αὐτῷ τῶν συγγενῶν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ παραλαβὼν τὴν Σαπφώραν ἣν γεγαμήκει τοῦ Ῥαγουήλου θυγατέρα καὶ τοὺς ἐξ αὐτῆς παῖδας Γῆρσον καὶ Ἐλεάζαρον ὥρμησεν εἰς τὴν Αἴγυπτον: [278] τῶν δ' ὀνομάτων τούτων Γῆρσος μὲν σημαίνει κατὰ Ἑβραίων διάλεκτον, ὅτι εἰς ξένην γῆν, Ἐλεάζαρος δὲ συμμάχῳ τῷ πατρῴῳ θεῷ χρησάμενον αὐτὸν Αἰγυπτίους διαφυγεῖν. [279] γενομένῳ δ' αὐτῷ πλησίον τῶν ὅρων ὁ ἀδελφὸς Ἀαρὼν ὑπήντησε τοῦ θεοῦ κελεύσαντος, πρὸς ὃν ἀποσημαίνει τὰ ἐν τῷ ὄρει συντυχόντα καὶ τοῦ θεοῦ τὰς ἐντολάς. προϊοῦσι δ' αὐτοῖς ὑπηντίαζον Ἑβραίων οἱ ἀξιολογώτατοι τὴν παρουσίαν αὐτοῦ μεμαθηκότες, [280] οἷς Μωυσῆς τὰ σημεῖα ἐπεὶ πιθανῶς οὐκ ἦν λέγειν παρέσχεν αὐτῶν τὴν ὄψιν. οἱ δ' ὑπ' ἐκπλήξεως τῶν παρὰ δόξαν αὐτοῖς ὁρωμένων ἀνεθάρσουν καὶ περὶ τῶν ὅλων ἦσαν εὐέλπιδες, ὡς θεοῦ προνοουμένου τῆς ἀσφαλείας αὐτῶν.

[281] Ἐπεὶ δὲ καταπειθεῖς εἶχεν ἤδη τοὺς Ἑβραίους Μωυσῆς καὶ οἷς ἂν κελεύσῃ τούτοις ἀκολουθήσειν ὁμολογοῦντας καὶ τῆς ἐλευθερίας ἐρῶντας, παραγίνεται πρὸς τὸν βασιλέα τὴν ἡγεμονίαν νεωστὶ παρειληφότα, [282] καὶ ὅσα τε ὠφελήσειεν Αἰγυπτίους ὑπὸ Αἰθιόπων καταφρονουμένους καὶ διαρπαζομένης αὐτῶν τῆς χώρας ἐδήλου στρατηγίᾳ καὶ πόνοις χρησάμενος ὡς περὶ οἰκείων ὁτιδὴ κινδυνεύσειεν ἐπὶ τούτοις ὑπὸ αὐτῶν ἀμοιβὰς οὐ δικαίας κομιζόμενος ἀνεδίδασκεν, [283] τά τε κατὰ τὸ Σιναῖον ὄρος αὐτῷ συντυχόντα καὶ τὰς τοῦ θεοῦ φωνὰς καὶ τὰ πρὸς πίστιν ὧν οὗτος αὐτῷ προστάξειεν ὑπ' αὐτοῦ δειχθέντα σημεῖα καθ' ἕκαστον ἐξετίθετο, παρεκάλει τε μὴ ἀπιστοῦντα τούτοις ἐμποδὼν ἵστασθαι τῇ τοῦ θεοῦ γνώμῃ.

[284] Χλευάσαντος δὲ τοῦ βασιλέως Μωυσῆς ἔργῳ παρεῖχεν αὐτῷ βλέπειν τὰ σημεῖα τὰ κατὰ τὸ Σιναῖον ὄρος γενόμενα: ὁ δ' ἀγανακτήσας πονηρὸν μὲν αὐτὸν ἀπεκάλει καὶ πρότερον φυγόντα τὴν παρ' Αἰγυπτίοις δουλείαν καὶ νῦν ἐξ ἀπάτης αὐτοῦ τὴν ἄφιξιν πεποιημένον καὶ τερατουργίαις καὶ μαγείαις καταπλήξειν ἐπικεχειρηκότα. [285] καὶ ταῦθ' ἅμα λέγων κελεύει τοὺς ἱερεῖς τὰς αὐτὰς ὄψεις αὐτῷ παρασχεῖν ὁρᾶν, ὡς Αἰγυπτίων σοφῶν ὄντων καὶ περὶ τὴν τούτων ἐπιστήμην, καὶ ὅτι μὴ μόνος αὐτὸς ἔμπειρος ὢν εἰς θεὸν δύναται τὸ ἐν αὐτῇ παράδοξον ἀναφέρων πιθανὸς ὥσπερ ἀπαιδεύτοις ὑπάρχειν. καὶ μεθεμένων ἐκείνων τὰς βακτηρίας δράκοντες ἦσαν. [286] Μωυσῆς δ' οὐ καταπλαγείς, “οὐδ' αὐτὸς μέν, εἶπεν, ὦ βασιλεῦ, τῆς Αἰγυπτίων σοφίας καταφρονῶ, τοσῷδε μέντοι κρείττονα τὰ ὑπ' ἐμοῦ πραττόμενα τῆς τούτων μαγείας καὶ τέχνης φημί, ὅσῳ τὰ θεῖα τῶν ἀνθρωπίνων διαφέρει. δείξω δὲ οὐ κατὰ γοητείαν καὶ πλάνην τῆς ἀληθοῦς δόξης τἀμὰ, κατὰ δὲ θεοῦ πρόνοιαν καὶ [287] δύναμιν φαινόμενα.” καὶ ταῦτ' εἰπὼν μεθίησιν ἐπὶ τῆς γῆς τὴν βακτηρίαν κελεύσας αὐτὴν εἰς ὄφιν μεταβαλεῖν: ἡ δ' ἐπείθετο καὶ τὰς τῶν Αἰγυπτίων βακτηρίας, οἳ δράκοντες ἐδόκουν, περιιοῦσα κατήσθιε μέχρι πάσας ἀνήλωσεν: εἶτ' εἰς τὸ αὑτῆς σχῆμα μεταπεσοῦσαν κομίζεται Μωυσῆς.

[288] Ὁ δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατ' Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν. [289] ὁ δὲ ἄχυρον αὐτοῖς παρέχων εἰς τὴν πλινθείαν πρότερον οὐκέτι παρεῖχεν, ἀλλ' ἡμέρας μὲν ἐπὶ τοῖς ἔργοις ταλαιπωρεῖν ἐποίει, νυκτὸς δὲ συνάγειν τὸ ἄχυρον. καὶ τοῦ δεινοῦ διπλασίονος ὄντος αὐτοῖς ἐν αἰτίαις Μωυσῆν εἶχον, ὡς τῶν ἔργων αὐτοῖς καὶ τῆς ταλαιπωρίας δι' ἐκεῖνον χαλεπωτέρας γεγενημένης. [290] ὁ δ' οὔτε πρὸς τὰς τοῦ βασιλέως ἀπειλὰς ἔκαμνεν οὔτε πρὸς τὰς τῶν Ἑβραίων μέμψεις ἐνεδίδου, τήν τε ψυχὴν παραστησάμενος πρὸς ἑκάτερον ἐπὶ τῷ πονεῖν καὶ τοῖς οἰκείοις ἐκπορίζειν τὴν ἐλευθερίαν ὑπῆρχε. [291] καὶ παραγενόμενος πρὸς τὸν βασιλέα ἔπειθεν αὐτὸν ἀπολύειν τοὺς Ἑβραίους ἐπὶ τὸ Σιναῖον ὄρος ἐκεῖ θύσοντας τῷ θεῷ, τοῦτο γὰρ αὐτὸν κεκελευκέναι, καὶ μηδὲν ἀντιπράττειν οἷς ἐκεῖνος βούλεται, τὴν δ' εὐμένειαν αὐτοῦ περὶ παντὸς ποιούμενον συγχωρεῖν αὐτοῖς τὴν ἔξοδον, μὴ καὶ λάθῃ τούτων κωλυτὴς γενόμενος αὑτὸν αἰτιάσασθαι πάσχων ὅσα παθεῖν εἰκὸς τὸν ἀντιπράττοντα θεοῦ προστάγμασι: [292] τοῖς γὰρ χόλον ἐπ' αὐτοὺς κινήσασι θεῖον ἐξ ἁπάντων φύεσθαι τὰ δεινὰ, καὶ οὔτε γῆ τούτοις οὔτε ἀὴρ φίλος οὔτε γοναὶ τέκνων κατὰ φύσιν, ἀλλ' ἐχθρὰ πάντα καὶ πολέμια. πειραθήσεσθαί τε τούτων Αἰγυπτίους ἔφασκε μετὰ καὶ τοῦ τὸν Ἑβραίων λαὸν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν ἀκόντων ἐκείνων.

[293] Τοῦ δὲ βασιλέως ἐκφαυλίζοντος τοὺς Μωυσέος λόγους καὶ μηδεμίαν ἐπιστροφὴν ἔτι ποιουμένου πάθη δεινὰ τοὺς Αἰγυπτίους κατελάμβανεν, ὧν ἕκαστον ἐκθήσομαι διά τε τὸ μὴ πρότερόν τισι συμβάντα τοῖς Αἰγυπτίοις εἰς πεῖραν ἐλθεῖν καὶ διὰ τὸ βούλεσθαι Μωυσῆν μηδὲν ὧν προεῖπεν αὐτοῖς ψευσάμενον ἐπιδεῖξαι, καὶ ὅτι συμφέρει τοῖς ἀνθρώποις μαθοῦσι φυλάττεσθαι ταῦτα ποιεῖν, ἐφ' οἷς μὴ δυσαρεστήσῃ τὸ θεῖον μηδ' εἰς ὀργὴν τραπὲν ἀμύνηται τῆς ἀδικίας αὐτούς. [294] ὁ γὰρ ποταμὸς αὐτοῖς αἱματώδης θεοῦ κελεύσαντος ἐρρύη πίνεσθαι μὴ δυνάμενος, καὶ πηγὴν ἑτέραν ὑδάτων οὐκ ἔχουσιν οὐ τὴν χρόαν μόνον ἦν τοιοῦτος, ἀλλὰ καὶ τοῖς πειρωμένοις ἀλγήματα καὶ πικρὰν ὀδύνην προσέφερεν. [295] ἦν δὲ τοιοῦτος μὲν Αἰγυπτίοις, Ἑβραίοις δὲ γλυκὺς καὶ πότιμος καὶ μηδὲν τοῦ κατὰ φύσιν παρηλλαγμένος. πρὸς οὖν τὸ παράδοξον ἀμηχανήσας ὁ βασιλεὺς καὶ δείσας περὶ τῶν Αἰγυπτίων συνεχώρει τοῖς Ἑβραίοις ἀπιέναι: καὶ τοῦ κακοῦ λωφήσαντος πάλιν τὴν γνώμην μετέβαλεν οὐκ ἐπιτρέπων τὴν ἄφοδον αὐτοῖς.

[296] Ὁ θεὸς δὲ ἀγνωμονοῦντος καὶ μετὰ τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς οὐκέτι σωφρονεῖν θέλοντος ἄλλην τοῖς Αἰγυπτίοις ἐπιφέρει πληγήν: βατράχων πλῆθος ἄπειρον τὴν γῆν αὐτῶν ἐπεβόσκετο, μεστὸς δὲ τούτων καὶ ὁ ποταμὸς ἦν, ὡς διαμωμένους τὸ ποτὸν τῷ τῶν ζῴων ἰχῶρι κεκακωμένον λαμβάνειν ἐναποθνησκόντων καὶ συνδιαφθειρομένων τῷ ὕδατι, [297] ἥ τε χώρα μεστὴ κακῆς ἦν ἰλύος γεννωμένων τε καὶ ἀποθνησκόντων, τάς τε κατ' οἶκον αὐτῶν διαίτας ἠφάνιζον ἐν βρωτοῖς εὑρισκόμενοι καὶ ποτοῖς καὶ ταῖς εὐναῖς αὐτῶν ἐπιπολάζοντες, ὀσμή τε χαλεπὴ ἦν καὶ δυσώδης ἀποθνησκόντων τῶν βατράχων καὶ ζώντων καὶ διεφθαρμένων. [298] ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν ὁ βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτ' εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ ἥ τε γῆ καὶ ὁ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν. [299] Φαραώθης δὲ ἅμα τοῦ τε πάθους ἀπήλλακτο ἡ γῆ καὶ τῆς αἰτίας ἐπελέληστο καὶ τοὺς Ἑβραίους κατεῖχε, καὶ ὥσπερ πλειόνων παθημάτων φύσεις βουλόμενος μαθεῖν οὐκέτ' ἠφίει τοῖς περὶ τὸν Μωυσῆν ἐξιέναι φόβῳ μᾶλλον ἢ φρονήσει ταύτην αὐτοῖς ἐπιτρέπων.

[300] Πάλιν οὖν ἄλλου κακοῦ προσβολῇ μετῄει τὸ θεῖον αὐτοῦ τὴν ἀπάτην: φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφ' ὧν κακοὶ κακῶς ἀπώλλυντο μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι. [301] καὶ πρὸς τοῦτο τὸ δεινὸν ὁ τῶν Αἰγυπτίων βασιλεὺς ταραχθεὶς καὶ δείσας ὁμοῦ τὸν ὄλεθρον τοῦ λαοῦ καὶ τὴν αἰσχύνην δὲ τῆς ἀπωλείας λογισάμενος ἐξ ἡμίσους ὑπὸ φαυλότητος ἠναγκάζετο σωφρονεῖν: [302] τοῖς μὲν γὰρ Ἑβραίοις αὐτοῖς ἐδίδου τὴν ἄφοδον, καὶ πρὸς τοῦτο λωφήσαντος τέκνα καὶ γυναῖκας ὅμηρα τῆς ὑποστροφῆς αὐτῶν καταλιπεῖν αὐτοὺς ἠξίου. προσεξαγριαίνει δὴ τὸν θεὸν νομίσας ἀπατήσειν αὐτοῦ τὴν πρόνοιαν, ὥσπερ Μωυσέος ἀλλ' οὐκ ἐκείνου τιμωροῦντος τὴν Αἴγυπτον ὑπὲρ τῶν Ἑβραίων: [303] θηρίων γὰρ παντοίων καὶ πολυτρόπων, ὧν εἰς ὄψιν οὐδεὶς ἀπηντήκει πρότερον, τὴν χώραν αὐτῶν ἐγέμισεν, ὑφ' ὧν αὐτοί τε ἀπώλλυντο καὶ ἡ γῆ τῆς ἐπιμελείας τῆς παρὰ τῶν γεωργῶν ἀπεστερεῖτο, εἰ δέ τι καὶ διέφυγε τὴν ὑπ' ἐκείνοις ἀπώλειαν, νόσῳ τοῦτο καὶ τῶν ἀνθρώπων ὑπομενόντων ἐδαπανᾶτο.

[304] Τοῦ δὲ Φαραώθου μηδ' οὕτως εἴκοντος τοῖς τοῦ θεοῦ βουλήμασιν, ἀλλὰ τὰς μὲν γυναῖκας συναπαίρειν τοῖς ἀνδράσιν ἀξιοῦντος καταλείπεσθαι δὲ τοὺς παῖδας, οὐκ ἠπόρει τὸ θεῖον τὴν πονηρίαν αὐτοῦ ποικίλοις κακοῖς καὶ μείζοσι τῶν προενδεδημηκότων μετερχόμενον βασανίσαι: ἀλλὰ γὰρ δεινῶς αὐτοῖς ἐξηλκοῦτο τὰ σώματα τῶν ἐντὸς διαφθειρομένων, καὶ τὸ πολὺ τῶν Αἰγυπτίων οὕτως ἀπώλλυτο. [305] μηδ' ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατ' Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθ' ὁμοία τῇ παρ' ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν. [306] ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι.

[307] Ἤρκει μὲν οὖν τὸν δίχα πονηρίας ἀνόητον καὶ τὰ προειρημένα τῶν κακῶν εἰς σύνεσιν καὶ τοῦ συμφέροντος τὴν ἐπίνοιαν ὠφελῆσαι, Φαραώθης δὲ οὐ τοσοῦτον ὑπὸ ἀφροσύνης ὅσον ὑπὸ κακίας ὅμως αἰσθόμενος γὰρ τῆς αἰτίας ἀντεφιλονείκει τῷ θεῷ καὶ τοῦ κρείττονος ἑκὼν προδότης ἐγένετο, καὶ κελεύει μὲν τὸν Μωυσῆν μετὰ γυναικῶν καὶ παίδων ἀπάγειν τοὺς Ἑβραίους, τὴν δὲ λείαν αὐτοῖς καταλιπεῖν ἐφθαρμένης αὐτοῖς τῆς οἰκείας. [308] τοῦ δὲ Μωυσέος οὐχὶ δίκαια φήσαντος αὐτὸν ἀξιοῦν, δεῖν γὰρ αὐτοὺς τῷ θεῷ τὰς θυσίας ἐκ τῆς λείας ἐπενεγκεῖν, καὶ τριβομένου διὰ ταύτην τὴν αἰτίαν τοῦ χρόνου σκότος βαθὺ καὶ φέγγους ἄμοιρον περιχεῖται τοῖς Αἰγυπτίοις, ὑφ' οὗ τάς τε ὄψεις ἀποκλειομένοις καὶ τὰς ἀναπνοὰς ἐμφραττομένοις ὑπὸ παχύτητος οἰκτρῶς τε ἀποθνήσκειν συνέβαινε καὶ δεδιέναι μὴ καταποθῶσιν ὑπὸ τοῦ νέφους. [309] εἶτα τούτου διασκεδασθέντος μετὰ τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας, ὡς οὐ μετενόει πρὸς τὴν ἔξοδον τῶν Ἑβραίων ὁ Φαραώθης, προσελθὼν ὁ Μωυσῆς φησιν: “ἄχρι πότε ἀπειθεῖς τῇ τοῦ θεοῦ γνώμῃ: κελεύει γὰρ οὗτος ἀπολύειν τοὺς Ἑβραίους. καὶ οὐκ ἔστιν [310] ἑτέρως ἀπαλλαγῆναι τῶν κακῶν ὑμᾶς μὴ ταῦτα ποιήσαντας.” ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τοῖς εἰρημένοις ἠπείλησεν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμεῖν, εἰ πάλιν περὶ τούτων ἐνοχλῶν αὐτῷ προσέλθοι. Μωυσῆς δὲ αὐτὸς οὐκέτι ποιήσεσθαι περὶ τούτων λόγους ἔφησεν, αὐτὸν δὲ ἐκεῖνον σὺν καὶ τοῖς πρώτοις τῶν Αἰγυπτίων παρακαλέσειν τοὺς Ἑβραίους ἀπελθεῖν. καὶ ὁ μὲν ταῦτ' εἰπὼν ἀπαλλάσσεται.

[311] Ὁ δὲ θεὸς δηλώσας ἔτι μιᾷ πληγῇ τοὺς Αἰγυπτίους καταναγκάσειν ἀπολῦσαι τοὺς Ἑβραίους ἐκέλευε Μωυσῆν παραγγεῖλαι τῷ λαῷ θυσίαν ἑτοίμην ἔχειν παρασκευασαμένους τῇ δεκάτῃ τοῦ Ξανθικοῦ μηνὸς εἰς τὴν τεσσαρεσκαιδεκάτην, ὃς παρὰ μὲν Αἰγυπτίοις Φαρμουθὶ καλεῖται, Νισὰν δὲ παρ' Ἑβραίοις, Μακεδόνες δ' αὐτὸν Ξανθικὸν προσαγορεύουσιν, ἀπάγειν τε τοὺς Ἑβραίους πάντα ἐπικομιζομένους. [312] καὶ ὁ μὲν ἑτοίμους ἔχων ἤδη τοὺς Ἑβραίους πρὸς τὴν ἔξοδον καὶ διατάξας εἰς φατρίας ἐν ταὐτῷ συνεῖχεν, ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης πάντες πρὸς ἄφοδον ἔχοντες ἔθυον καὶ τῷ αἵματι τὰς οἰκίας ἥγνιζον ὑσσώπου κόμαις ἀναλαβόντες καὶ δειπνήσαντες τὰ λοιπὰ τῶν κρεῶν ἔκαυσαν ὡς ἐξελευσόμενοι. [313] ὅθεν νῦν ἔτι κατὰ τὸ ἔθος οὕτως θύομεν τὴν ἑορτὴν πάσχα καλοῦντες, σημαίνει δ' ὑπερβάσια, διότι κατ' ἐκείνην τὴν ἡμέραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νόσον. ἡ γὰρ φθορὰ τῶν πρωτοτόκων κατ' ἐκείνην ἔπεισι τὴν νύκτα τοῖς Αἰγυπτίοις, ὡς συνελθόντας πολλοὺς τῶν περὶ τὸ βασίλειον διαιτωμένων τῷ Φαραώθῃ συμβουλεύειν ἀπολύειν τοὺς Ἑβραίους. [314] καὶ Μωυσῆν καλέσας ἐκεῖνος ἀπιέναι προσέταξεν, εἰ τῆς χώρας ἐξέλθοιεν παύσεσθαι τὴν Αἴγυπτον κακοπαθοῦσαν ὑπολαβών, δώροις τε τοὺς Ἑβραίους ἐτίμων, οἱ μὲν ὑπὲρ τοῦ τάχιον ἐξελθεῖν, οἱ δὲ καὶ κατὰ γειτνιακὴν πρὸς αὐτοὺς συνήθειαν.

[315] Καὶ οἱ μὲν ἐξῄεσαν κλαιόντων καὶ μετανοούντων ὅτι χρήσαιντο χαλεπῶς αὐτοῖς τῶν Αἰγυπτίων, τὴν δὲ πορείαν ἐποιοῦντο κατὰ Λητοῦς πόλιν ἔρημον οὖσαν ἐν τοῖς τότε: Βαβυλὼν γὰρ ὕστερον ἐκεῖ κτίζεται Καμβύσου καταστρεφομένου τὴν Αἴγυπτον. συντόμως δὲ ποιούμενοι τὴν ἄφοδον εἰς Βεελσεφῶντα χωρίον τριταῖοι παραγίνονται τῆς Ἐρυθρᾶς θαλάσσης. [316] μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπ' αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθ' ἡμέρας ἐχρήσαντο: πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις: [317] ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφ' ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν.

[318] Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια ἢ τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον. [319] Μωυσῆς δ' ἐγεγόνει μὲν ἔτος ὀγδοηκοστὸν ἤδη, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀαρὼν τρισὶ πλείοσιν. ἐπεκομίζοντο δὲ καὶ τὰ τοῦ Ἰωσήπου ὀστᾶ ταῦτ' ἐκείνου τοῖς υἱοῖς αὐτοῦ κελεύσαντος.

[320] Αἰγύπτιοι δ' ἐπὶ τοῖς Ἑβραίοις ἐξελθοῦσι μετενόουν καὶ τοῦ βασιλέως δεινῶς φέροντος ὡς κατὰ γοητείαν τὴν Μωυσέος τούτων γεγονότων ἐπ' αὐτοὺς ἐγνώκεσαν ἀπιέναι. καὶ λαβόντες ὅπλα καὶ παρασκευὴν ἐδίωκον ὡς ἐπανάξοντες αὐτοὺς εἰ καταλάβοιεν: καὶ γὰρ οὐκέτ' αὐτοὺς ἐνέχεσθαι τῷ θεῷ: τὴν γὰρ ἔξοδον αὐτοῖς γεγονέναι: [321] κρατήσειν δὲ ῥᾳδίως αὐτῶν ὑπέλαβον ἀνόπλων τε ὄντων καὶ ὑπὸ τῆς ὁδοιπορίας κεκοπωμένων. παρ' ἑκάστων τε ἀναπυνθανόμενοι ᾗ χωρήσειαν ἐπέσπευδον τὴν δίωξιν, καίτοι χαλεπῆς οὔσης ὁδευθῆναι τῆς γῆς οὐ στρατοπέδοις μόνον ἀλλὰ καὶ καθ' ἕνα. [322] Μωυσῆς δὲ ταύτῃ τοὺς Ἑβραίους ἀπήγαγεν, ἵν' εἰ μετανοήσαντες οἱ Αἰγύπτιοι διώκειν ἐθέλοιεν τιμωρίαν τῆς πονηρίας καὶ παραβάσεως τῶν ὡμολογημένων ὑπόσχοιεν, καὶ διὰ Παλαιστίνους, οὓς δυσμενῶς ἔχοντας κατὰ παλαιὰν ἀπέχθειαν οὖσαν ὁπωσοῦν ἐβούλετο λανθάνειν ἀπερχόμενος: ὅμορος γάρ ἐστι τῇ τῶν Αἰγυπτίων χώρᾳ: [323] καὶ διὰ τοῦτο τὴν μὲν ἄγουσαν εἰς τὴν Παλαιστίνην οὐκ ἀνήγαγε τὸν λαὸν, ἀλλὰ διὰ τῆς ἐρήμου πολλὴν ἀνύσας ὁδὸν καὶ κακοπαθήσας ἠθέλησεν ἐμβαλεῖν εἰς τὴν Χαναναίαν: ἔτι τε καὶ διὰ τὰς ἐντολὰς τοῦ θεοῦ κελεύσαντος ἄγειν τὸν λαὸν εἰς τὸ Σιναῖον ὄρος ἐκεῖ ποιήσοντας τὰς θυσίας. [324] καταλαβόντες δὲ τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι εἰς μάχην παρεσκευάζοντο καὶ συνελαύνουσιν αὐτοὺς ὑπὸ πολυχειρίας εἰς ὀλίγον χωρίον: ἑξακόσια γὰρ αὐτοῖς ἅρματα εἵπετο σὺν ἱππεῦσι πεντακισμυρίοις καὶ ὁπλιτῶν μυριάδες ἦσαν εἴκοσι. τὰς δὲ ὁδοὺς ἀπεφράγνυσαν, αἷς φεύξεσθαι τοὺς Ἑβραίους ὑπελάμβανον, μεταξὺ κρημνῶν αὐτοὺς ἀπροσβάτων καὶ τῆς θαλάττης ἀπολαμβάνοντες: [325] τελευτᾷ γὰρ εἰς αὐτὴν ὄρος ὑπὸ τραχύτητος ὁδῶν ἄπορον καὶ φυγῆς ἀπολαμβανόμενον. τοιγαροῦν ἐν τῇ εἰσβολῇ τῇ πρὸς θάλατταν τοῦ ὄρους τοὺς Ἑβραίους ἀπέφραττον τῷ στρατοπέδῳ κατὰ στόμα τοῦτο ἱδρυσάμενοι, ὅπως τὴν εἰς τὸ πεδίον ἔξοδον ὦσιν αὐτοὺς ἀφῃρημένοι.

[326] Μήτ' οὖν ὑπομένειν πολιορκουμένων τρόπῳ διὰ τὴν ἔνδειαν τῶν ἐπιτηδείων δυνάμενοι μήτε φυγῆς εὐπορίαν ὁρῶντες, ὅπλων τε σπανίζοντες εἰ καὶ μάχεσθαι δόξειεν αὐτοῖς, ἐν ἐλπίδι τοῦ πάντως ἀπολεῖσθαι καθειστήκεσαν, εἰ μὴ παραδώσουσιν ἑαυτοὺς τοῖς Αἰγυπτίοις ἐθελουσίους. [327] καὶ τὸν Μωυσῆν ᾐτιῶντο πάντων ἐπιλελησμένοι τῶν ἐκ θεοῦ πρὸς τὴν ἐλευθερίαν αὐτοῖς σημείων γεγονότων, ὡς καὶ τὸν προφήτην παρορμῶντα καὶ τὴν σωτηρίαν αὐτοῖς ἐπαγγελλόμενον ὑπὸ ἀπιστίας λίθοις ἐθελῆσαι βαλεῖν παραδιδόναι τε σφᾶς τοῖς Αἰγυπτίοις διεγνωκέναι. [328] πένθος τε ἦν καὶ ὀδυρμοὶ γυναικῶν καὶ παίδων πρὸ ὀφθαλμῶν ἐχόντων τὸν ὄλεθρον ὄρεσι καὶ θαλάττῃ περικεκλεισμένων καὶ πολεμίοις καὶ φυγὴν οὐδαμόθεν ἐκ τούτων ἐπινοούντων.

[329] Μωυσῆς δὲ καίπερ ἀγριαίνοντος πρὸς αὐτὸν τοῦ πλήθους οὔτ' αὐτὸς ἐνέκαμνε τῇ περὶ αὐτοὺς προνοίᾳ καὶ τῷ θεῷ κατεφρόνει τά τε ἄλλα πρὸς τὴν ἐλευθερίαν αὐτοῖς ὅσα προεῖπε παρεσχηκότος καὶ μηδὲ τότ' αὐτοὺς ἐάσοντος ὑπὸ τοῖς ἐχθροῖς γενομένους ἢ δουλεύειν ἢ ἀπολέσθαι, [330] καὶ στὰς ἐν μέσοις “οὐδὲ ἀνθρώποις, εἶπε, καλῶς τὰ παρόντα πεπολιτευμένοις πρὸς ἡμᾶς δίκαιον ἦν ἀπιστεῖν ὡς οὐχ ὁμοίοις ἐσομένοις πρὸς τὰ μέλλοντα, τῆς δὲ τοῦ θεοῦ νῦν ἀπογινώσκειν ὑμᾶς προνοίας μανίας ἔργον ἂν εἴη, [331] παρ' οὗ πάνθ' ὑμῖν ἀπήντηκεν ὅσα δι' ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δ' ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον, [332] ἵν' ἐξ ἀμηχάνων ὅθεν οὔθ' αὐτοὺς νομίζετε σωτηρίαν ἕξειν οὔθ' οἱ πολέμιοι ἐκ τούτων ῥυσάμενος τήν τε ἰσχὺν ἐπιδείξηται τὴν ἑαυτοῦ καὶ τὴν περὶ ὑμᾶς πρόνοιαν. οὐ γὰρ ἐπὶ μικροῖς τὸ θεῖον τὴν ἑαυτοῦ συμμαχίαν οἷς ἂν εὔνουν ᾖ δίδωσιν, ἀλλ' ἐφ' οἷς ἀνθρωπίνην ἐλπίδα μὴ βλέποι πρὸς τὸ κρεῖττον παροῦσαν. [333] ὅθεν τοιούτῳ βοηθῷ πεπιστευκότες, ᾧ δύναμις καὶ τὰ μικρὰ ποιῆσαι μεγάλα καὶ τῶν τηλικούτων ἀσθένειαν καταψηφίσασθαι, μὴ καταπέπληχθε τὴν Αἰγυπτίων παρασκευήν, μηδ' ὅτι θάλασσα καὶ κατόπιν ὑμῖν ὄρη φυγῆς ὁδὸν οὐ παρέχοντα διὰ τοῦτ' ἀπογινώσκετε τὴν σωτηρίαν: γένοιτο γὰρ ἂν καὶ ταῦθ' ὑμῖν πεδία τοῦ θεοῦ θελήσαντος καὶ γῆ τὸ πέλαγος.”

[334] Τοσαῦτα εἰπὼν ἦγεν αὐτοὺς ἐπὶ τὴν θάλασσαν τῶν Αἰγυπτίων ὁρώντων: ἐν ὄψει γὰρ ἦσαν καὶ τῷ πόνῳ τεταλαιπωρημένοι τῆς διώξεως εἰς τὴν ὑστεραίαν τὴν μάχην ὑπερβαλέσθαι καλῶς ἔχειν ὑπελάμβανον. ἐπειδὴ δὲ πρὸς τῷ αἰγιαλῷ Μωυσῆς ἐγεγόνει, λαβὼν τὴν βακτηρίαν τὸν θεὸν ἱκέτευε καὶ σύμμαχον καὶ βοηθὸν ἐκάλει λέγων: [335] “οὐδ' αὐτὸς μὲν ἀγνοεῖς, ὅτι φυγεῖν ἡμῖν ἐκ τῶν παρόντων οὔτε κατὰ ῥώμην οὔτε κατ' ἐπίνοιάν ἐστιν ἀνθρωπίνην, ἀλλ' εἰ δή τι πάντως σωτήριον στρατῷ τῷ κατὰ τὴν σὴν βούλησιν ἀφέντι τὴν Αἴγυπτον, σόν ἐστιν ἐκπορίζειν. [336] ἡμεῖς τε ἄλλην ἀπεγνωκότες ἐλπίδα καὶ μηχανὴν εἰς τὴν ἀπὸ σοῦ μόνου καταφεύγομεν, καὶ εἴ τι παρὰ τῆς σῆς ἔλθοι προνοίας ἐξαρπάσαι τῆς Αἰγυπτίων ὀργῆς ἡμᾶς δυνάμενον ἀφορῶμεν. ἀφίκοιτο δὲ τοῦτο ταχέως τὴν σὴν ἐμφανίσον ἡμῖν δύναμιν καὶ τὸν λαὸν ὑπὸ ἀνελπιστίας καταπεπτωκότα πρὸς τὸ χεῖρον ἀναστῆσον εἰς εὐθυμίαν καὶ τὸ περὶ τῆς σωτηρίας θάρσος. [337] ἐν οὐκ ἀλλοτρίοις δ' ἐσμὲν τοῖς ἀπόροις, ἀλλὰ σὴ μὲν ἡ θάλασσα, σὸν δὲ τὸ περικλεῖον ἡμᾶς ὄρος, ὡς ἀνοιγῆναι μὲν τοῦτο σοῦ κελεύσαντος, ἠπειρωθῆναι δὲ καὶ τὸ πέλαγος, εἶναι δὲ ἡμῖν ἀποδρᾶναι καὶ δι' ἀέρος δόξαν ἰσχύι τῇ σῇ τοῦτον ἡμᾶς σώζεσθαι τὸν τρόπον.”

[338] Τοσαῦτα ἐπιθειάσας τύπτει τῇ βακτηρίᾳ τὴν θάλατταν. ἡ δ' ὑπὸ τῆς πληγῆς ἀνεκόπη καὶ εἰς αὑτὴν ὑποχωρήσασα γυμνὴν ἀφίησι τὴν γῆν ὁδὸν Ἑβραίοις εἶναι καὶ φυγήν. [339] Μωυσῆς δὲ ὁρῶν τὴν ἐπιφάνειαν τοῦ θεοῦ καὶ τὸ πέλαγος ἐκκεχωρηκὸς αὐτοῖς τῆς ἰδίας ἠπείρου πρῶτος ἐνέβαινεν αὐτῇ καὶ τοὺς Ἑβραίους ἐκέλευεν ἕπεσθαι διὰ θείας ὁδοῦ ποιουμένους τὴν πορείαν καὶ τῷ κινδύνῳ τῶν παρόντων πολεμίων ἡδομένους καὶ χάριν ἔχοντας διὰ τὴν παράλογον οὕτως ἐξ αὐτοῦ σωτηρίαν ἀναφανεῖσαν.

[340] Τῶν δ' οὐκέτ' ὀκνούντων, ἀλλ' ἱεμένων μετὰ σπουδῆς ὡς συμπαρόντος αὐτοῖς τοῦ θεοῦ, μαίνεσθαι μὲν αὐτοὺς τὸ πρῶτον Αἰγύπτιοι ἐδόκουν ὡς ἐπὶ πρόδηλον ὄλεθρον ὁρμωμένους, ἐπεὶ δὲ ἑώρων ἀβλαβεῖς ἐπὶ τὸ πολὺ προκεκοφότας καὶ μηδὲν αὐτοῖς ἐμπόδιον μηδὲ δυσχερὲς ἀπαντῆσαν, διώκειν ὡρμήκεσαν αὐτοὺς ὡς κἀκείνοις ἠρεμήσοντος τοῦ πελάγους, καὶ προτάξαντες τὴν ἵππον κατέβαινον. [341] Ἑβραῖοι δὲ καθοπλιζομένους καὶ τὸν χρόνον εἰς τοῦτο τρίβοντας ἔφθασαν εἰς τὴν ἀντιπέραν γῆν ἀπαθεῖς ἐκφυγόντες, ὅθεν καὶ θαρσαλεωτέροις συνέβαινε πρὸς τὴν δίωξιν ὡς οὐδὲν οὐδ' αὐτῶν πεισομένων εἶναι. [342] Αἰγύπτιοι δ' ἐλάνθανον ἰδίαν ὁδὸν Ἑβραίοις γεγενημένην, ἀλλ' οὐχὶ κοινὴν ἐπεμβαίνοντες καὶ μέχρι σωτηρίας τῶν κεκινδυνευκότων πεποιημένην, ἀλλ' οὐχὶ καὶ τοῖς ἐπ' ἀπωλείᾳ τῇ τούτων ὡρμημένοις χρῆσθαι θέλουσιν. [343] ὡς οὖν ὁ τῶν Αἰγυπτίων στρατὸς ἅπας ἐντὸς ἦν, ἐπιχεῖται πάλιν ἡ θάλασσα καὶ περικαταλαμβάνει ῥοώδης ὑπὸ πνευμάτων κατιοῦσα τοὺς Αἰγυπτίους, ὄμβροι τ' ἀπ' οὐρανοῦ κατέβαινον καὶ βρονταὶ σκληραὶ προσεξαπτομένης ἀστραπῆς καὶ κεραυνοὶ δὲ κατηνέχθησαν. [344] ὅλως δ' οὐδὲν ἦν τῶν ἐπ' ἀπωλείᾳ κατὰ μῆνιν θεοῦ συμπιπτόντων ἀνθρώποις, ὃ μὴ τότε συνῆλθε: καὶ γὰρ νὺξ αὐτοὺς ζοφώδης καὶ σκοτεινὴ κατέλαβε. καὶ οἱ μὲν οὕτως ἀπώλοντο πάντες, ὡς μηδ' ἄγγελον τῆς συμφορᾶς τοῖς ὑπολελειμμένοις ὑποστρέψαι.

[345] Τοὺς δ' Ἑβραίους οὐδὲ κατασχεῖν ἦν ἐπὶ τῇ χαρᾷ τῆς παραδόξου σωτηρίας καὶ τῇ τῶν πολεμίων ἀπωλείᾳ, βεβαίως νομίζοντας ἠλευθερῶσθαι τῶν ἀναγκαζόντων δουλεύειν διεφθαρμένων καὶ τὸν θεὸν οὕτως ἐναργῶς ἔχοντας βοηθοῦντα. [346] καὶ οἱ μὲν αὐτοί τε τὸν κίνδυνον οὕτως ἐκφυγόντες καὶ προσέτι τοὺς ἐχθροὺς ἐπιδόντες κεκολασμένους, ὡς οὐκ ἄλλοι τινὲς μνημονεύονται τῶν πρόσθεν ἀνθρώπων, ἐν ὕμνοις ἦσαν καὶ παιδιαῖς ὅλην τὴν νύκτα, καὶ Μωυσῆς ᾠδὴν εἰς τὸν θεὸν ἐγκώμιόν τε καὶ τῆς εὐμενείας εὐχαριστίαν περιέχουσαν ἐν ἑξαμέτρῳ τόνῳ συντίθησιν.

[347] Ἐγὼ μὲν οὖν ὡς εὗρον ἐν ταῖς ἱεραῖς βίβλοις οὕτως ἕκαστον τούτων παραδέδωκα: θαυμάσῃ δὲ μηδεὶς τοῦ λόγου τὸ παράδοξον, εἰ ἀρχαίοις ἀνθρώποις καὶ πονηρίας ἀπείροις εὑρέθη σωτηρίας ὁδὸς καὶ διὰ θαλάσσης εἴτε κατὰ βούλησιν θεοῦ εἴτε κατὰ ταὐτόματον, [348] ὁπότε καὶ τοῖς περὶ τὸν Ἀλέξανδρον τὸν βασιλέα τῆς Μακεδονίας χθὲς καὶ πρῴην γεγονόσιν ὑπεχώρησε τὸ Παμφύλιον πέλαγος καὶ ὁδὸν ἄλλην οὐκ ἔχουσι παρέσχε τὴν δι' αὐτοῦ καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοῦ θεοῦ θελήσαντος, καὶ τοῦτο πάντες ὁμολογοῦσιν οἱ τὰς Ἀλεξάνδρου πράξεις συγγραψάμενοι. περὶ μὲν οὖν τούτων ὡς ἑκάστῳ δοκεῖ διαλαμβανέτω.

[349] Τῇ δ' ὑστεραίᾳ τὰ ὅπλα τῶν Αἰγυπτίων προσενεχθέντα τῷ στρατοπέδῳ τῶν Ἑβραίων ὑπὸ τοῦ ῥοῦ καὶ τῆς βίας τοῦ πνεύματος ἐπ' ἐκεῖνο ἐκδιδούσης ὁ Μωυσῆς καὶ τοῦτο εἰκάσας τῇ τοῦ θεοῦ προνοίᾳ γεγονέναι, ὅπως μηδὲ ὅπλων ὦσιν ἄποροι, συναγαγὼν καὶ τούτοις σκεπάσας τοὺς Ἑβραίους ἦγεν ἐπὶ τὸ Σιναῖον ὄρος θύσων ἐκεῖ τῷ θεῷ καὶ τὰ σῶστρα τῆς πληθύος ἀποδώσων, καθὼς αὐτῷ καὶ προείρητο.
 http://www.dracones.ro/?operatie=subiect&locatie=izvoare_elene&fisier=Flaviou_Iosepou_-_Iudaikes_Arhaiologhias-02

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου